91
δέσποτα, τοῖς σοῖς προστάγμασι πειθόμεθα καὶ οὐκ ἀντιτείνομεν ἀλλὰ δίκαιόν ἐστι λογίσασθαί σε τό τε τῆς ὁδοῦ μῆκος καὶ τὰ τῆς θαλάσσης πελάγη, καὶ τὸ διὰ ξηρᾶς ρμʹ ἡμερῶν ὁδοῦ διάστημα ἔχον, καὶ τῆς νίκης τὸ ἄδηλον, καὶ τῆς ἥττης τὸ ἐπώδυνον, καὶ τῆς μεταμελείας τὸ ἀνόνητον." ἀποδεξάμενος δὲ ὁ βασιλεὺς τὸν λόγον τὴν εἰς τὸν πόλεμον προθυμίαν κατέπαυσεν. ἐπίσκοπος δέ τις τῆς ἑώας τὸν βασιλέα ἀνεπτέρωσε λέγων ἐκ θεοῦ ἐπισκῆψαι αὐτῷ ὄναρ κελεῦον αὐτὸν πρὸς τὸν βασιλέα γενέσθαι καὶ αἰτήσασθαι αὐτὸν τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ῥύσασθαι ἐκ τῶν τυράννων. "κἀγὼ αὐτῷ συλλήψομαι, καὶ Λιβύης κύριον θήσομαι." ταῦτα ὁ βασιλεὺς ἀκούσας κατέχειν τὴν διάνοιαν οὐκέτι ἠδύνατο, ἀλλὰ τήν τε στρατιὰν καὶ τὰς ναῦς ἐξώπλιζεν, ὅπλα τε καὶ σιτία ἡτοίμαζεν. καὶ Βελισάριον ἐμπαράσκευον ἐκέλευσεν εἶναι ὡς ἐν Λιβύῃ στρατηγήσοντα. Πουδέντιος δὲ εὐθὺς 189 τυραννήσας Τρίπολιν ἐκράτησε καὶ τῷ Ἰουστινιανῷ ἔγραψε πέμψαι στρατὸν καὶ ταύτην παραλαβεῖν. ὁμοίως καὶ Γόδδας ὁ Γότθος τυραννήσας κατὰ τοῦ ἰδίου δεσπότου Γελίμερος Σαρδανίαν τὴν νῆσον ἐκράτησε καὶ πρὸς Ἰουστινιανὸν ἔγραψεν, ὅπως πέμψῃ στρατὸν καὶ στρατηγὸν καὶ παραλάβῃ τὴν νῆσον· ὃς καὶ ἀπέστειλε Κύριλλον μετὰ τετρακοσίων ἀνδρῶν πρὸς βοήθειαν αὐτοῦ. ὁ δὲ Γελίμερ ἀποστείλας τὸν ἀδελφὸν αὐτοῦ μετὰ στόλου πολλοῦ καὶ ἐπιλογῆς καὶ τοῦ στρατοῦ τῶν Οὐανδήλων, ταύτην παρέλαβε καὶ τὸν Γόδδαν ἀνεῖλεν. Βελισάριος δὲ παρέλαβε τὴν στρατιὰν καὶ τὸν στόλον καὶ τοὺς ἄρχοντας, Σολόμωνά τε τὸν στρατηγὸν καὶ ∆ωρόθεον, τὸν τῆς Ἀρμενίας, καὶ Κυπριανὸν καὶ Βαλεριανὸν καὶ Μαρτῖνον καὶ Ἀλφίαν καὶ Ἰωάννην καὶ Μάρκελλον καὶ Κύριλλον, οὗ πρόσθεν ἐμνήσθην, καὶ ἑτέρους πολλοὺς τῶν Θρᾴκην οἰκούντων. εἵποντο δὲ αὐτοῖς Ἐλοῦροι, ὧν Φάρας ἦρχεν, χίλιοι, καὶ Μασσαγέται ἱπποτοξόται, ὧν ἡγοῦντο Σισίννιός τε καὶ Βάλας. ναῦς δὲ ὑπῆρχον φʹ ἀνὰ μυριάδας πέντε μεδίμνων χωροῦσαι. ναῦται δὲ τρισμύριοι Αἰγύπτιοί τε καὶ Ἴωνες καὶ Κίλικες. ἀρχηγὸς δὲ εἷς ἐπὶ ταῖς ναυσὶ Καλώνυμος Ἀλεξανδρεύς. ἦσαν δὲ καὶ δρόμωνες διὰ ναυμαχίαν ἐνενήκοντα. στρατηγὸν δὲ αὐτοκράτορα ἐφ' ἅπασι Βελισάριον ὁ βασιλεὺς ἔστησεν. ὥρμητο δὲ ὁ Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. συνεπεφέρετο δὲ μετ' αὐτοῦ καὶ Ἀντωνῖναν, τὴν ἑαυτοῦ γαμετήν. ὁ δὲ Γελίμερ τὸν ἑαυτοῦ ἀδελφὸν Τζάτζωνα σὺν ρκʹ ναυσὶ καὶ στρατὸν ἐκλελεγμένον ἐν Σάρδῳ τῇ νήσῳ κατὰ Γόδδα ἀπέστειλεν. ἕβδομον δὲ ἦν ἔτος Ἰουστινιανοῦ ὅτε ὁ Βελισάριος ἐν τῇ νήσῳ ἐστάλη. συνῆν δὲ αὐτῷ καὶ Προκόπιος ὁ συγγραφεύς. ἀπάραντες δὲ τῆς βασιλίδος πόλεως ἦλθον ἐν Ἀβύδῳ. Βελισάριος δὲ ἐφρόντιζεν, ὅπως ὁ σύμπας στόλος ἅμα πλέοι καὶ εἰς χωρίον τὸ αὐτὸ προσορμίζοιτο. καταλαβὼν δὲ τὴν Σικελίαν ἀπέστειλε Προκόπιον 190 τὸν συγγραφέα εἰς τὴν Συράκουσαν, εἴπως εὕροι τινὰς ὁδηγήσοντας αὐτὸν εἰς Λιβύην ἐκ τοῦ αἰφνιδίου προσορμίσασθαι τῇ γῇ καὶ τὸν λαὸν ἐξαγαγεῖν δεδιότα τὴν ναυμαχίαν. αὐτὸς δὲ τὸν στόλον ἀράμενος εἰς Καύκανα τὸ χωρίον προσώρμισεν, διακοσίοις σταδίοις τῆς Συρακούσης ἀπέχον. Προκόπιος δὲ ἐν Συρακούσῃ εἰσελθὼν τροφάς τε ὠνήσατο παρὰ Ἀμαλασούνθας, τῆς γυναικὸς Θευδερίχου, μητρὸς δὲ Ἀταλαρίχου, βασιλέως Ἰταλίας, φιλίαν πρὸς Ἰουστινιανὸν ἐχόντων· ἐπέτυχέ τε παραδόξως καὶ ἀνδρός, φίλου μὲν αὐτῷ ὑπάρχοντος ἐκ παιδός, πεπειραμένου δὲ τῶν τῆς Λιβύης τόπων καὶ τῆς θαλάσσης, τρίτην * ἔχοντος ἡμέραν ἐκ Καρχηδόνος ἀφικομένου. καὶ διεβεβαιοῦτο πᾶσαν ἀμεριμνίαν ἔχειν αὐτοὺς καὶ μὴ ὑποπτεύειν τινὰ κατ' αὐτῶν στρατεύεσθαι, ὥστε ἀπὸ τεσσάρων μονῶν τῆς θαλάσσης τὸν Γελίμερα αὐλίζεσθαι. τοῦτον οὖν λαβὼν Προκόπιος εἰς Καύκανα πρὸς Βελισάριον ἀπήγαγεν. ταῦτα μαθὼν Βελισάριος τῇ τῆς Λιβύης ἀκτῇ τριταῖος προσώρμισεν εἰς χωρίον, ὃ Κεφαλὴν Βράχους καλοῦσιν. ἀποβάντες δὲ τῶν νηῶν χάρακά τε καὶ τάφρον βαθεῖαν ποιήσαντες ἐστρατοπεδεύσαντο ἐν ἡμέρᾳ μιᾷ, ἔνθα καὶ ὕδατος πολύ