1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

92

νῦν ἐρεῖτε· Oὐχ ἑωράκαμεν αὐτόν. διὰ τί οὖν μὴ ζητήσαντες τὰ ἀναί- σθητα κολακεύετε; τί δέ; εἰ καὶ δύσκολον ἦν ὑμῖν γνῶναι τί θεός, τὸ μέντοι τί οὐ θεὸς μὴ εἰδέναι οὐκ ἐδύνασθε, ἵνα λογίσησθε ὅτι θεός ἐστιν οὐ ξύλον, οὐ λίθος, οὐ χαλκός, οὐκ ἄλλο τι ἐκ φθαρτῆς γεγονὸς ὕλης. ἢ γὰρ οὐχ ὑπὸ σιδήρου ἐτορεύθησαν-καὶ ὁ τορεύσας σίδηρος ὑπὸ πυρὸς ἐμαλάχθη-καὶ τὸ πῦρ αὐτὸ σβέννυται ὑπὸ ὕδατος; τὸ δὲ ὕδωρ οὐχ ὑπὸ πνεύματος τὴν κίνησιν ἔχει-καὶ τὸ πνεῦμα ἀπὸ τοῦ τὰ ὅλα πεποιηκότος θεοῦ τὴν ἀρχὴν τῆς ἐκτάσεως ἔχει; οὕτως γὰρ ὁ προφήτης εἴρηκεν Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». ὅπερ καὶ λέγοντος τοῦ θεοῦ [τὸ πνεῦμα] ὥσπερ χεὶρ αὐτοῦ τὰ πάντα δημιουρ- γεῖ, φῶς ἀπὸ σκότους χωρίζον καὶ μετὰ τὸν ἀόρατον οὐρανὸν τὸν φαινό- μενον ἐφαπλῶσαν, ἵνα τὰ ἄνω τοῖς τοῦ φωτὸς ἀγγέλοις οἰκηθῇ, τὰ δὲ κάτω ὑπὸ ἀνθρώπου ἅμα τοῖς δι' αὐτὸν γενομένοις πᾶσιν διοικηθῇ. διὰ γὰρ σὲ τὸν ἄνθρωπον ὁ θεὸς ἐκέλευσεν τὸ ἐπὶ προσώπου τῆς γῆς ὑποχωρῆσαι ὕδωρ, ἵνα καρποὺς ἡ γῆ σοι προσενέγκαι δυνηθῇ- καὶ τρηδόνας ἐποίησεν, ἵνα σοι παράσχῃ πηγὰς καὶ ποταμῶν ·εῖθρα φανῇ καὶ ζῷα ἐκβρασθῇ-συνελὼν ἐρῶ, ἵνα πάντα σοι παραστῆναι δυνηθῇ. ἢ γὰρ οὐ διὰ σὲ ἄνεμοι πρὸς καρπῶν ἐπιγονὴν πνέουσιν καὶ ὑετοὶ φέρονται καὶ τροπαὶ γίνονται; αὐτίκα γοῦν ἥλιος καὶ σελήνη ἅμα τοῖς ἄλλοις <ἄστροις> διὰ σὲ τὰς ἀνατολὰς καὶ δύσεις ἐκτελοῦσιν καὶ πο- ταμοὶ καὶ λίμναι ἅμα ταῖς θαλάσσαις ὑπηρετοῦσιν. ὅθεν σοὶ τῷ ἀναισθή- τῳ ὥσπερ ἡ μείζων ἐδόθη τιμή, οὕτως ἀχαριστήσαντι ἡ μείζων διὰ πυρὸς κόλασις προητοίμασται, ὅτι γνῶναι οὐκ ἠθέλησας ὃν πρὸ πάντων ἔδει γνῶναι. κἂν νῦν δὲ ἐκ τῶν ἡττόνων ἐπίγνωθι τὴν τῶν ὅλων αἰτίαν, λογισάμενος ὅτι τὰ πάντα τὸ ὕδωρ ποιεῖ, τὸ δὲ ὕδωρ ὑπὸ πνεύματος κινήσεως τὴν γένεσιν λαμβάνει, τὸ δὲ πνεῦμα ἀπὸ τοῦ τῶν ὅλων θεοῦ τὴν ἀρχὴν ἔχει. καὶ οὕτως ἔδει λογίσασθαι, ἵνα ἐπὶ λόγῳ εἰς θεὸν καταντῆσαι δυνηθῇς, ὅπως ἐπιγνούς σου τὸ γένος καὶ πρωτο- γόνῳ ἀναγεννηθεὶς ὕδατι κληρονόμος καταστῇς τῶν πρὸς ἀφθαρσίαν γεννησάντων σε γονέων. διὸ ἑτοίμως πρόσελθε ὡς υἱὸς πατρί, ἵνα τῶν ἁμαρτημάτων σου ὁ θεὸς τὴν ἄγνοιαν αἰτίαν θῇ. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ θεοῦ ἀπολῇ κρίσει, τῷ μὴ θελῆσαι μὴ θεληθείς. καὶ μήτοι νομίσῃς ὅτι, ἐὰν πάντων τῶν ποτε γενομένων εὐσεβῶν εὐσεβέστερος γένῃ, ἀβάπτιστος δὲ ᾖς, ἐλπίδος τυχεῖν δυνήσει ποτέ. ταύτῃ γὰρ μᾶλλον πλείονα ὑφέξεις κόλασιν, ὅτι καλὰ ἔργα οὐκ ἐποίησας καλῶς. καλὴ γὰρ εὐποιία, ὁπόταν ὡς θεὸς ἐκέλευ- σεν γίνηται. σὺ δὲ εἰ οὐ θέλεις ὡς ἐκείνῳ ἔδοξεν βαπτισθῆναι, τῷ σῷ θελήματι ὑπηρετῶν ἐχθραίνεις τῇ ἐκείνου βουλῇ. ἀλλ' ἴσως ἐρεῖ τις· Τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναι ὕδατι; πρῶτον μὲν ὅτι τὸ δόξαν θεῷ πράττεις. δεύτερον δὲ ἐξ ὕδατος ἀναγεννηθεὶς θεῷ, αἰτίᾳ φόβου τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γένε- σιν καὶ οὕτως σωτηρίας τυχεῖν δύνῃ· ἄλλως δὲ ἀδύνατον. οὕτως γὰρ