1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

92

τὸ πονηρόν. Ἀπείρηται δὲ καὶ τὸ ὀμνύειν ἐν αὐτοῖς καὶ τὸ διὰ στόματος αὐτῶν προφέρειν τὰ βδελυκτὰ ὀνόματα ἢ προσκυ νεῖν αὐτοῖς ἢ φοβεῖσθαι αὐτοὺς ὡς θεούς· οὐ γὰρ εἰσὶν θεοί, ἀλλ' ἢ πονηροὶ δαίμονες ἢ μεμωκημένα ἔργα. Λέγει γάρ που ὁ Θεὸς περὶ τῶν Ἰσραηλιτῶν· «Ἐγκατέλιπόν με καὶ êμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς.» Καὶ ἑξῆς· «Ἐξαρῶ τὰ ὀνόματα τῶν εἰδώλων ἐκ τοῦ στόματος αὐτῶν.» Καὶ ἀλλαχοῦ· «Aὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν.» Καὶ ἐν πάσαις δὲ ταῖς γραφαῖς ἀπηγόρευται ταῦτα ὑπὸ Κυρίου τοῦ Θεοῦ. Oὐ μόνον δὲ περὶ εἰδώλων ἀπαγορεύουσιν, ἀλλὰ καὶ περὶ φωστήρων νομοθετοῦντες παραινοῦσιν μήτε ὀμνύειν ταῦτα μήτε μὴν λατρεύειν αὐτοῖς· φασὶ γάρ· «Μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας πλανηθεὶς προσκυνήσῃς αὐτοῖς.» Καὶ ἀλλαχοῦ· «Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Τὰ γὰρ ἄστρα καὶ οἱ φωστῆρες εἰς φαῦσιν ἀνθρώποις, ἀλλ' οὐκ εἰς προσκύνησιν ἐδόθησαν, εἰ καὶ οἱ Ἰσραηλῖται μοχθηρίᾳ τρόπου προσεκύνουν ἀντὶ τοῦ κτίστου τὴν κτίσιν, καὶ τὸν μὲν δημιουργὸν καθυβρίσαντες, τὴν δὲ κτίσιν πλεῖον ἢ δεῖ θαυμάσαντες, καί ποτε μὲν μοσχοποιοῦντες ὡς ἐν ἐρήμῳ, ποτὲ δὲ τὸν Βεελφεγὼρ προσκυνοῦντες, ἄλλοτε δὲ τὸν Βαὰλ καὶ τὸν Θαμμοὺς καὶ τὴν σιδωνίαν Ἀστάρτην, καὶ πάλιν τὸν Μολὸχ καὶ τὸν Χαμώς, καὶ ἄλλοτε τὸν ἥλιον, ὡς παρὰ τῷ Ἰεζεκιὴλ γέγραπται, ἤδη δὲ καὶ ἄλογα ζῶα, ὡς παρ' Aἰγυπτίοις τὸν Ἄπιν καὶ τὸν μενδήσιον τράγον, καὶ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς, ὡς ἐν Ἰουδαίᾳ. ∆ι' ἅπερ ἅπαντα ἀπειλῶν αὐτοῖς ἔλεγεν διὰ τοῦ προφήτου· «Μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, τοῦ ποιεῖν τὰ βδελύγματα ταῦτα, ἃ ἐποίησαν, ὅτι ἔπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με; Ἰδού, αὐτοί εἰσιν ὡς μυκτηρίζοντες, καὶ ἐγὼ ποιήσω μετὰ θυμοῦ, οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδ' οὐ μὴ ἐλεήσω, καὶ κεκράξονται ἐν τοῖς ὠσίν μου φωνῇ μεγάλῃ καὶ οὐκ εἰσακούσομαι αὐτῶν.» Ὁρᾶτε, ἀγαπητοί, ὅσα κατὰ τῶν εἰδωλολατρῶν καὶ τῶν σεβομένων ἥλιον καὶ σελήνην ἀποφαίνεται ὁ Κύριος. ∆ιὸ χρὴ τὸν τοῦ Θεοῦ ἄνθρωπον ὡς Χριστιανὸν μήτε ἥλιον ὀμνῦναι μήτε σελήνην μήτε ἄστρα, μήτε μὴν οὐρανὸν ἢ γῆν ἤ τι τῶν στοιχείων μικρὸν ἢ μέγα. Eἰ γὰρ ὁ διδάσκαλος περὶ τοῦ ὄντος Θεοῦ παρήγγειλεν ἡμῖν μὴ ὀμνύειν, ὅπως ὁ λόγος ἡμῶν πιστότερος ᾖ τοῦ ὅρκου, μήτε μὴν τὸν οὐρανὸν αὐτόν, ἑλληνικὸν γὰρ τὸ δυσσέβημα, μήτε