Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
δικαιοσύνην ἐν ἐκκλησίᾳ με γάλῃ. (B f. 146 b, I f. 203 b, L f. 109) Μεγάλη ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη, ἐν ᾗ εὐηγγελίζετο δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ· 69.992 ἔγνω δὲ αὐτὸς ταύτην ὡς ἀποδεξάμενός τε καὶ οἰ κειούμενος ὡς ἀδιαστάτως. Ὅτι δὲ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις κατεβρόντησε τὴν ὑπ' οὐρα νὸν, καὶ πεπλήρωκε τὴν μεγάλην Ἐκκλησίαν, τουτ έστι τὴν δι' αὐτοῦ συστᾶσαν καὶ συναγηγερμένην πληθὺν τῶν ἐπεγνωκότων τὴν ἐπιφάνειαν αὐτοῦ, δῆλον ἂν εἴη δήπουθεν· οὐ γὰρ κεκώλυκεν ἑαυτοῦ τὰ χείλη· λαλεῖ γὰρ εἰς δεῦρο διὰ τῶν ἀγίων εὐαγ γελιστῶν καὶ τῶν κατὰ καιροὺς διδασκάλων. Τούτους καὶ Χριστοῦ χείλη καλεῖν, τῶν ἀπεοικότων οὐδέν. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος· "Εἰ δοκιμὴν ζη τεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ." Ἐγνωκέναι δέ φησι τὸν Πατέρα τὴν δικαιοσύνην αὐτοῦ, τὴν κε κρυμμένην, τὴν ὑπὲρ νόμον καὶ σκιὰν, δῆλον δὲ ὅτι τὴν εὐαγγελικὴν, ἣν καὶ αὐτὸς ὁ Υἱὸς τῆς διὰ Μω σέως λαληθείσης τοῖς ἀρχαιοτέροις ἀποφαίνει κρείτ τονα, τοῖς ἁγίοις ἀποστόλοις παρεγγυῶν τε καὶ λέ γων· "Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσ έλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." [Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας. Τὸν ποικίλον καὶ παντοδαπὸν ἐσμὸν τῶν λυπηρῶν ὁ προφητικὸς λόγος προκαταγγέλλει· ὧν τὴν πεῖραν ἡ τοῦ Χριστοῦ Ἐκκλησία δι' αὐτῶν εἴληφε τῶν πρα γμάτων. Ὃ δέ φησι, "Καὶ ἡ καρδία μου ἐγκατ έλιπέ με," ἀντὶ τοῦ, Ὤκλασε καὶ κατωλιγώρησεν, εἶ πεν, ἵνα δείξῃ τὴν τῶν ἀθέων ἐπίνοιαν.]
ΨΑΛΜΟΣ Μʹ.
Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ. (A f. 223, Κυρίλλου καὶ Θεοδωρήτου) Τινὲς
μὲν τῷ ∆αβὶδ ἀνέθεσαν τὸν παρόντα ψαλμὸν, τινὲς δὲ τὰ κατὰ τὸν Ἐζεκίαν ἐν τούτῳ φασὶ προφητεύεσθαι, ὅπως τε δι' ἔπαρσιν ἐνόσησε, καὶ πῶς περὶ αὐτὸν οἱ φίλοι διετέθησαν, καὶ ὅτι διὰ τὴν εἰς τοὺς πένητας ἐπιμέλειαν τῆς ὑγείας ἔτυχεν. Οὐκ ἐᾷ δὲ ἡμᾶς τὸ θεῖον Εὐαγγέλιον οὐδέτερον δέξασθαι. Τοῦ γὰρ Κυ ρίου εἰπόντος· "Ἵνα ἡ Γραφὴ πληρωθῇ, ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν αὐτοῦ·" καὶ δεικνύντος αὐτῷ καὶ οὐκ ἄλλῳ προσήκοντα τὸν ψαλμὸν, θρασὺ νομίζω καὶ τολμηρὸν ἄλλην αὐτῷ διαπλάσαι ὑπόθεσιν. Μακαρίζει τοίνυν ὁ προκεί μενος ψαλμὸς τοὺς πιστεύσαντας εἰς Χριστόν· καὶ μὴν καὶ ἀμοιβὰς αὐτοῖς τῆς πίστεως δίδωσι τὴν παρ' 69.993 αὐτοῦ ἐπικουρίαν. Εἰσφέρεται δὲ καὶ αὐτὸ τοῦ Κυρίου τὸ πρόσωπον καταλέγον τε τῶν ἀρχόντων τοῦ Ἰου δαίων λαοῦ, καὶ αὐτοῦ τοῦ προδότου ἐξαιρέτως· διὸ καὶ "Εἰς τὸ τέλος" ἐπιγέγραπται, ἀναπέμπων ἡμᾶς ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ' ἣν ἐπληροῦτο τὰ γεγραμμένα. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα. (A f. 223) Μακαρίζει τὸν δυνάμενον συνιέναι τὴν πτωχείαν, ἣν δι' ἡμᾶς ἀνείληφεν ὁ Χριστός. Τοῦτον γὰρ λέγει πτωχὸν, διότι πλούσιος ὢν, ἐπτώχευσε δι' ἠμᾶς, ἴν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ. (A f. 223 b) Αὗται τῆς εἰς Χριστὸν πίστεως αἱ ἀμοιβαὶ, ἡ παρὰ τοῦ Κυρίου φυλακὴ, ἡ μέθεξις τῆς αἰωνίου ζωῆς, ἡ ἐν τῇ γῇ τῶν πραέων μακαριότης, καὶ ἡ τῶν νοητῶν ἐχθρῶν ἀπαλλαγή. Αὗται καὶ τῆς φιλοπτωχίας· οὐ μόνον γὰρ τὰ μέλλοντα δίδωσι τῷ φιλοπτώχῳ ὁ Κύριος καὶ τὴν ἀληθινὴν ἐκείνην ζωὴν, ἀλλὰ καὶ ἐνταῦθα μακαριστὸν ἀποδείκνυσι. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. (A f. 223 b, Κυρίλλου καὶ Θεοδωρήτου) Καὶ ὑπὲρ τῆς ἰδίας ἁμαρτίας ὁ ∆αβὶδ εὔχεται, ἅτε δὴ ἑαυτὸν εἰδὼς ἕνα τῶν συνιέντων ἐπὶ πτωχὸν καὶ πένητα. Ἀλλ' ὁ μὲν ∆αβὶδ οὐ θαυμαστὸν εἰ καὶ νῦν ἐξομολογούμενος τοῦτό φησιν· ὁ δὲ Σωτὴρ ταῦτα ἂν λέγοι, τὰς ἁμαρτίας ἡμῶν οἰκειούμενος, ὡς ἀπαρχὴ τῆς φύσεως. Χριστὸς γὰρ ὑπὲρ ἡμῶν ἀπέθανε, γενό μενος