92
προτέρων νζʹ, καὶ τῶν ἐπὶ ταύταις ξβʹ, προφητεία, -ἐν αἷς τὴν ἀρχιερωσύνην κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν, καὶ τῆς μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίας δηλούσης τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης τῆς αὐτῶν ζωῆς, ὅτε χριστός τις καὶ ἀρχιερεὺς ἡγεῖτο τοῦ λαοῦ, ὡς διὰ τουτὶ εἰρῆσθαι τῷ χρησμῷ τὸ, ἕως χριστοῦ ἡγουμένου, -πέρας εἴληφεν εἰς τοὺς κατὰ Ἡρώδην χρόνους, ὡς δύναμις ἡμῖν, δεδήλωται· πῶς δ' ἐπὶ τούτοις μετὰ τὴν συμπλήρωσιν τοῦ προδηλωθέντος τῶν ἑβδομάδων χρόνου ἐξωλοθρεύθη χρίσμα, ὅτι μὴ κρίμα ἦν ἐν αὐτῷ, ὥσπερ δ' οὖν τὸ λόγιον μηνύει, σημαῖνον ὅτι μετὰ κρίσεως εὐλόγου τὸ χρίσμα τὸ κατὰ τὴν ἀρχιερωσύνην ἐπὶ τοῦ δηλουμένου καιροῦ συντελεσθήσεται, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι τῇ τε τοῦ νόμου διατάξει, ἐν ᾗ διὰ βίου μέχρις αὐτῆς τελευτῆς προστέτακται τὴν ἀρχιερωσύνην τοὺς οἷς κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν, καὶ τῇ μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίᾳ, δηλούσῃ τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης τῆς αὐτῶν ζωῆς ἀκολούθως τῇ περὶ αὐτῶν νομοθεσίᾳ τῆς τιμῆς ἠξιῶσθαι, ὅπως τε κατ' αὐτὸν Ἡρώδην οὐ μόνον τὰ τῆς τοιαύτης περὶ τοὺς ἀρχιερεῖς διαταγῆς συγχεῖταί τε καὶ διαφθείρεται, ἀλλὰ καὶ τῆς ἁγίας στολῆς, ἣν ὑπομόνον (sic) ἐξῆν εἶναι τὸν ἀρχιερέα, ὅτι μὴ δ' ἑτέρῳ ἢ αὐτῷ μόνῳ ἐν ταύτῃ λειτουργεῖν ἐξὸν ἦν, τὴν ἐξουσίαν αὐτοὺς Ἡρώδης ἀφελόμενος ὑφ' ἑαυτὸν, καὶ ταῦτα ἀλλόφυλος ὢν, ποιεῖται. Εἰ δὲ χρὴ καὶ τούτων παραθέσθαι ἐλέγχους, δέχου δὴ τοῦ μάρτυρος 160 τὰς φωνὰς ἃς ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, τῆς τῶν ἱερέων καὶ αὐτὸς ἠξιωμένος τιμῆς, καὶ γένους τοῦ παρ' αὐτοῖς διαφανεστάτου, ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας κατατέθειται συγγράμματι. Περὶ μὲν οὖν τῆς τῶν ἀρχιερέων παρατροπῆς ὧδέ πως κατὰ λέξιν γράφει· Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ οὐκ ἐξ ἱερέων οὖσιν, πλὴν ἑνὸς Ἀριστοβούλου, τὴν τιμὴν ἀπένεμεν· τὸν δὲ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ἀπὸ Παρθῶν αἰχμαλωσιασθέντος υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνώκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην· εἶτα φοβηθεὶς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἰεριχῷ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. Μετὰ τοῦτον οὐκέτι τοῖς ἐγγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν· ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον τὴν ἀρχὴν Ῥωμαῖοι τῶν Ἰουδαίων παραλαβόντες. Ταῦτα μὲν περὶ τούτων ὁ Ἰώσηπος· περὶ δὲ τῆς ἀρχιερατικῆς στολῆς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἀρχαιολογίας ταῦτα ἱστορεῖ· Ἡρώδης δὲ βασιλεύσας τήν τε βάριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπ' αὐτῷ τὸν λαὸν δι' αὐτήν. Ἔπρασσε δὲ τὰ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος, υἱὸς ὢν, παρ' οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν ἐκρά 161 τουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι. Ἐκ δὴ τούτων ἀναμφίλεκτος γένοιτ' ἂν ἀπόδειξις, ὅτι δὴ κατὰ τοὺς δηλουμένους χρόνους τὰ τῆς προφητείας περιγραφῆς ἔτυχεν· εἰ δὲ μὴ συνομολόγοιεν τούτοις οἱ ἐκ περιτομῆς, αἰτητέον αὐτοὺς ἑτέραν παρὰ τὴν ἡμετέραν τῆς γραφῆς διήγησιν, καὶ δεικτέον ὡς ἄρα κατ' αὐτοὺς ψευδεῖς ἀνάγκη τὰς τοῦ τηλικούτου Γαβριὴλ ἀπελέγχεσθαι προρρήσεις, εἰ μηδὲν τῶν προαναπεφωνημένων ἐξ ἐκείνου καὶ εἰς δεῦρο χιλίων ἤδη πλησιαζόντων ἐτῶν γεγένηται· ἀλλ' ἡμῖν γε σαφῶς ἀληθὴς ὁ λόγος ἀποδείκνυται κατὰ τὰς ἀβιάστως παρατεθείσας ἡμῖν διηγήσεις, αἷς ἀκολούθως εὐχερὲς ἀποδοῦναι τίνα τρόπον καὶ ἡ μετὰ πάσας ὑστάτη ἐπιφερομένη ἑβδομὰς μία ἐνεδυνάμωσεν διαθήκην πολλοῖς, τὴν καινὴν διαθήκην