92
ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων ιζʹ ἐβασίλευσεν Ἀγαμέμνων ἔτη ιηʹ, κατὰ δὲ ἄλλους ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτιβʹ. 199 Τῷ ηʹ ἔτει Ἀγαμέμνονος ὁ κατὰ τῆς Τροίας ἤρξατο πόλεμος διὰ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου τοῦ Πάριδος κλοπὴν υἱοῦ Πριάμου βασιλέως Ἰλίου, καὶ διήρκεσεν ἔτη ιʹ ἕως ἁλώσεως Ἰλίου, ἥτις τῷ ὑποκειμένῳ ιζʹ ἔτει Ἀγαμέμνονος γέγονεν. Ἀγαμέμνονος Ἀργείων καὶ Μυκηνῶν βασιλεύοντος, Μενελάου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ Λακεδαιμονίων, Πρίαμος υἱὸς Λαομέδοντος τῆς Τροίας καὶ Ἰλίου ἐβασίλευσε. τούτου τοῦ Πριάμου παῖς Ἀλέξανδρος ὁ καὶ Πάρις εἰς Πελοπόννησον ἐλθὼν θῦσαι τοῖς αὐτόθι δαίμοσι ξεναγωγεῖται παρὰ Μενελάῳ ἐν Λακεδαιμονίᾳ. Μενελάῳ δὲ ἦν γυνή τις Ἑλένη σφόδρα περικαλλής. ταύτης ἐρασθεὶς Ἀλέξανδρος καὶ μοιχεύσας ἥρπασε· καὶ ἀπο πλεύσας εἰς Σιδῶνα τῆς Φοινίκης ἄκων ἐκρίπτεται. ξενισθεὶς δὲ καὶ παρὰ τῷ Σιδωνίων βασιλεῖ ἐπιβουλεύει αὐτῷ καὶ πολλὰ χρήματα καὶ ἐσθῆτα κομισάμενος ἀπὸ Σιδῶνος, μεθ' ὧν ἐκεκλόφει σὺν Ἑλένῃ, καὶ ἀπὸ Λακε δαίμονος ὡς ἀριστεύσας ἐπάνεισιν εἰς Τροίαν παρὰ τῷ πατρὶ Πριάμῳ. Ἀγαμέμνων δὲ καὶ Μενέλαος πρὸς Πρίαμον καὶ τοὺς υἱοὺς πρεσβευσάμε νοι διαφόρως περὶ τῆς Ἀλεξάνδρου εἰς αὐτοὺς ἐπιβουλῆς διά τε Ὀδυσσέως καὶ ∆ιομήδους καὶ αὐτοῦ Μενελάου, ἐπεὶ μηδὲν ἤνυον, καίπερ τῶν περὶ Πρίαμον δημαγωγῶν πρεσβυτέρων συμβουλευόντων, ἐν οἷς ἦρχεν Ἀντήνωρ, ἀποδοθῆναι τὴν Ἑλένην, πόλεμον αἴρονται κατὰ τῆς Τροίας καὶ Πριάμου δεινὸν ἔτεσι ιʹ κροτηθέντα, κατὰ δὲ τὸ αὐτὸ δέκατον ἁλούσης Ἰλίου καὶ Πριάμου καὶ τῶν τέκνων τοῖς Ἕλλησιν. ἦν δὲ τῶν ἐξ Ἀδὰμδτλʹ ἔτος. ἀπὸ δὲ τῆς Ἀβραὰμ γενέσεως καὶ μγʹ ἔτους τῆς Νίνου τοῦ δευτέρου βασιλέως Ἀσσυρίων βασιλείας ἔτη συνάγεται αιηʹ. ἀπὸ δὲ Μωυσέως γενέσεως, ἥτις ἦν κατὰ μςʹ ἔτος Ἰνάχου τοῦ πρώτου βασιλέως Ἀργείων, κόσμου δὲ κατὰ τὸ γψληʹ, ἔτη συνάγεται φζβʹ ἐπὶ τὴν Τροίας ἅλωσιν, εἰ καὶ Εὐσεβίῳ οὐ δοκεῖ διαμαρτάνοντι σιςʹ ἔτεσι κατάλειψιν. Μυκηνῶν Ἀργείων ιηʹ ἐβασίλευσεν Αἴγισθος ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτλʹ. 200 Μυκηνῶν Ἀργείων ιθʹ ἐβασίλευσεν Ὀρέστης ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτλεʹ. Ὀρέστης Πύρρον τὸν Ἀχιλλέως ἀναιρεῖ ἐν ∆ελφοῖς εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν προδοθέντα ὑπὸ Μαχαιρέως τοῦ ἱερέως· καὶ οἱ Ἕκτορος παῖδες τὸ Ἴλιον ἀνεκτήσαντο τοὺς Ἀντηνορίδας ἐκβαλόντες Ἑλένου γνώμῃ.
Μετὰ τὴν ἅλωσιν Τροίας ΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ Πολλῆς διαφωνίας γενομένης
παρὰ τοῖς πολλοῖς περὶ τῆς Ῥωμαϊκῆς μὲν ἐσχάτως μετὰ Ῥωμύλον βασιλείας ὀνομασθείσης ἀπ' αὐτοῦ, πρὸ αὐ τοῦ δὲ Λατίνων ἀπὸ Λατίνου τοῦ βασιλεύσαντος πρὸ Αἰνείου κατὰ τοὺς Τρωικοὺς χρόνους, τῶν αὐτῶν πρὸ αὐτοῦ καλουμένων Ἀλβάνων ἀπὸ Ἀλβάνου Κρόνου τοῦ πάντων κατὰ τὴν Ἰταλίαν βασιλέων πρώτου λεγομέ νου, παρέλκον ἡγούμεθα κανονικῇ θεωρίᾳ τὰς τούτων παραθέσθαι χρή σεις, τοῦτο μόνον σημαίνοντες ὅτι πρὸ Αἰνείου αʹ φασὶ Πεῖκον υἱὸν Κρό νου βασιλεῦσαι χώρας Λαυρέντου λζʹ, εἶναι δὲ τὴν χώραν ἕως τῆς νυνὶ Ῥώμης πόλεως, μεθ' ὃν Φαῦνον τὸν υἱὸν αὐτοῦ Πείκου τοῦ καὶ ∆ιὸς ἔτη μδʹ. τοῦτον δέ φασί τινες Ἑρμῆν, καθ' ὃν Ἡρακλῆς ἀπὸ Σπανίας ἐπανελθὼν ἐν φόρῳ τῷ λεγομένῳ βοαρίῳ βωμὸν ἤγειρε, διότι ἀνεῖλε Κά κος τὸν Ἡφαίστου υἱόν· ὡς δέ τισιν ἔδοξε, καὶ ἐβασίλευσε μετὰ Φαῦνον ἔτη λεʹ ὁ Ἡρακλῆς. ἔπειτα Λατῖνος ἔτη λςʹ. τούτου κατὰ τὸ λγʹ ἔτος Αἰνείας ἐξ Ἰλίου παραγενόμενος σὺν τοῖς μετ' αὐτοῦ ὅπλοις καὶ πλούτῳ παρεσκευασμένος, συμμαχήσας τε αὐτῷ Λατίνῳ κατὰ Ῥουτούλων καὶ Τοῦρνον ἀνελὼν Λαβινίᾳ ζεύγνυται Λατίνου θυγατρὶ τοῦ βασιλέως, καὶ βασιλεύει τῆς χώρας μετὰ τὸν Λατῖνον ἔτη γʹ, κτίσας πόλιν ἐπ' ὀνόματι τῆς γυναικὸς Λαβινίαν, ἐν ᾗ καὶ ἐβασίλευσε. τινὲς ἔτη ηʹ φασὶ τὸν Αἰνείαν βασιλεῦσαι Λατίνων ἔτη δʹ μετὰ τὴν ἅλωσιν Τροίας, ἕτεροι δὲ τρία μόνα βασιλεῦσαι ἀπὸ τοῦ θʹ ἔτους μετὰ τὴν αὐτὴν