92
προσέταξεν ἀθροίζεσθαι τὴν στρατιάν. καὶ οὐ πολλαῖς ὕστερον ἡμέραις οἱ κατὰ Θρᾴκην συνῆλθον πάντες πλὴν τῶν Κομάνων, οὓς ὀλίγῳ ἐλάσσους ὄντας δισχιλίους τὸν ἀριθμὸν, ἦσαν δ' οὗτοι οἱ ἐκ ∆αλματίας τῷ βασιλεῖ προσελθόντες Μιχαὴλ τῷ δευτέρῳ, προστάξαντος τοῦ πρεσβυτέρου βασιλέως, ὁ Τορνίκης Ἀνδρόνικος καὶ ὁ Λάσκαρις Μανουὴλ ἀνέστησάν τε ἀπὸ Θρᾴκης καὶ ταῖς νήσοις Λήμνῳ καὶ Θάσῳ ἐγκατῴκισαν καὶ τῇ Λέσβῳ. αἰτία δὲ ἦν τῆς ἀναστάσεως αὐτῶν εὔδηλος μὲν οὐδεμία, ἐλέγετο δὲ ὡς βασιλεὺς πύθοιτο περὶ αὐτῶν, ὡς κρύφα διαλεχθεῖεν πρὸς τοὺς σατράπας τῶν Σκυθῶν, ἵνα στρατιὰν πέμψαντες, ἐκεῖθεν μετὰ τῆς ἄλλης λείας ἀπαγάγωσι καὶ αὐτοὺς πρὸς τὴν Σκυθικὴν προσχωρήσαντας ἅμα γυναιξὶ καὶ τέκνοις. ἀπόδειξις δὲ ἦν τῆς αἰτίας ταύτης οὐδεμία· διὸ καὶ βασιλεὺς ὁ νέος ἐδυσχέραινεν οὐ μετρίως αὐτῶν ἀνισταμένων, ἤνεγκε δὲ σιγῇ τῷ μὴ δοκεῖν ἐναντία βούλεσθαι τῇ βασιλέως γνώμῃ. νβʹ. Ἐπεὶ δὲ συνήθροιστο ἡ στρατιὰ, τὸν μὲν πρωτοστράτορα βασιλεὺς τῆς Θρᾴκης ἀπέδειξεν ἐπίτροπον πάσης, καταλιπὼν αὐτῷ καὶ μέρος τῆς στρατιᾶς, ὥστε δύνασθαι πρὸς τοὺς ἐκ Βυζαντίου ἀντέχειν· αὐτὸς δὲ ἅμα τῷ μεγάλῳ δομεστίκῳ τὴν ἐπίλοιπον παραλαβὼν, πρὸς Μακεδονίαν ἐχώρει, ὡς ἐκεῖ μαχούμενος τοῖς ἐκ τῆς ἑσπέρας τοῦ πρεσβυτέρου βασιλέως στρατηγοῖς. ἐπύθετο γὰρ, αὐτοὺς ἐκ τῶν ἑσπερίων πόλεων 1.260 στρατιὰν οὐκ εὐκαταφρόνητον συνηθροικότας, ἅμα δὲ καὶ Τριβαλῶν οὐκ ὀλίγην συμμαχίαν ἐπαγομένους, χωρεῖν κατ' αὐτοῦ. βασιλίδα δὲ τὴν αὐτοῦ γαμετὴν ἐν ∆ιδυμοτείχῳ καταλέλοιπεν ἅμα τῇ αὐτοῦ θείᾳ Θεοδώρᾳ τῇ Καντακουζηνῇ τῇ τοῦ μεγάλου δομεστίκου μητρί. γενόμενος δὲ ἐν Γρατζιάνου πόλει περὶ ἐκβολὰς τῆς Θρᾴκης κειμένῃ, Ξένην αὐτοῦ μητέρα τὴν βασιλίδα τὴν ἐκ Βυζαντίου ἐπάνοδον αὐτοῦ περιμένουσαν εὗρεν. αὕτη γὰρ ἔτι τῶν πρὸς ἀλλήλους τοῖς βασιλεῦσι σπονδῶν οὐσῶν, πρὸς βασιλέως ᾐτήσατο τοῦ κηδεστοῦ πρὸς Θεσσαλονίκην ἐν ᾧ φροντιστηρίῳ τὸ μοναχικὸν ἠμφιάσατο σχῆμα πάλιν ἐπανελθεῖν· καὶ ἐπετράπη. ὡς δὲ μεταξὺ τῆς ὁδοῦ ὁ πρὸς ἀλλήλους τῶν βασιλέων πόλεμος ἀνεῤῥιπίσθη, ἔμεινεν ἐν Γρατζιάνου, δείσασα τὴν ἀταξίαν τῶν ἑσπερίων. ὡς γὰρ ἠγγέλθη αὐτοῖς, ὅτι διελέλυντο αἱ σπονδαὶ, τοὺς τῷ νέῳ βασιλεῖ προσκειμένους εἷρξάν τε πάντας καὶ εἶχον ἐν φρουρᾷ. ἡμέρας δὲ ὀλίγας ἅμα τῇ μητρὶ διατρίψας αὐτοῦ, ἐπεὶ ἡ ἐκ τῆς ἑσπέρας στρατιὰ ἠγγέλθη περὶ ∆ράμαν καὶ τὴν Φιλίππου, πόλεις Μακεδονικὰς, ἐστρατοπεδευκέναι, θεῷ καὶ τῇ πανάγνῳ αὐτοῦ μητρὶ εὐξάμενος καὶ θυσίαν αἰνέσεως αὐτοῖς θύσας, τοὺς ἐπὶ ταῖς σπονδαῖς γεγενημένους τοῦ πρεσβυτέρου βασιλέως ὅρκους, οὓς αὐτὸς ᾤετο εὐορκεῖν, ἐκέλευσεν ἐπὶ τῆς σημαίας ἀναθέντας, εὐθὺ χωρεῖν τῶν πολεμίων. ἐστρατήγουν δὲ αὐτῶν ὅ,τε τοῦ πρεσβυτέρου βασιλέως ἀνεψιὸς Ἀσάνης Μιχαὴλ καὶ ὁ ὕπαρχος Μονομάχος καὶ ὁ πρωτοβεστιάριος Πα 1.261 λαιολόγος Ἀνδρόνικος, καὶ ἐπὶ τούτοις ∆ημήτριος ὁ δεσπότης ὁ τοῦ βασιλέως υἱός. τοῦ δὲ ἐκ τῶν Τριβαλῶν συμμαχικοῦ, δυοκαίδεκα ταγμάτων ὄντων, ὁ Χρέλης ἐστρατήγει, τῶν τε παρὰ Τριβαλοῖς εὐπατριδῶν καὶ ἀνδρίας καὶ ἐμπειρίας στρατηγικῆς τὰ πρῶτα φέρων παρ' αὐτοῖς. ἅμα δὲ τῷ ἅψασθαι τῆς ἐπ' ἐκείνους ὁδοῦ ὁ βασιλεὺς πρόσταγμα πέπομφε πρὸς αὐτοὺς, περιέχον τοιαῦτα· «θεῖέ μου δεσπότη καὶ ὑμεῖς θεῖοί μου καὶ οἱ λοιποὶ ἄρχοντες τῆς στρατιᾶς. ὁποίαν τινὰ εὐπείθειαν καὶ αἰδῶ καὶ φιλίαν πρὸς τὸν ἐμὸν πάππον καὶ βασιλέα ἐν παντὶ τῷ παρασχόντι ἐπεδεικνύμην, ὅπως τε οὐδεμίαν αὐτῷ παρέσχον ἀφορμὴν πολέμου, ἀλλὰ μᾶλλον πᾶσαν ἐπίνοιαν ἐκίνησα καὶ μηχανὴν, ὥστε μηδὲ τὴν ἀρχὴν κινηθῆναι τὸν πόλεμον τουτονὶ, θεός τε οἶδεν ὁ πάντα εἰδὼς καὶ αὐτὸς σύνοιδα ἐμαυτῷ. βασιλέα μὲν οὖν πεῖσαι ταῖς συνθήκαις ἐμμένειν οὐκ ἠδυνήθην, πολλὰ δεηθεὶς, ταῖς ἐπαγγελίαις πεποιθότα, ἃς αὐτῷ ἐπηγγείλασθε ὑμεῖς κατ' ἐμοῦ. πυθόμενος δὲ, καὶ ὑμᾶς τὰ κατὰ τὴν ἑσπέραν ὡς ἂν ὑμῖν ἄριστα εἶχεν οἰκονομησαμένους, νῦν ἥκειν ἄχρι ∆ράμας καὶ τῆς Φιλίππου, ὅπερ ἔστιν ὑπενόησα, ἐμὲ ζητοῦντας ἄχρι τούτου ἐλθεῖν. ἐπεὶ δὲ νεώτερος ὑμῶν ἐγὼ τὴν ἡλικίαν οὐ δέον