92
δασμοῦ διπλάσια Κυαξάρῃ ἀπόδος· ἐμοὶ δ'" εφη "αλλα ἑκατὸν δάνεισον." καὶ ταῦτα εἰπὼν τήν τε γυναῖκα τῷ ̓Αρμενίῳ καὶ τοὺς παῖδας δῶρον εδωκε, καὶ τῷ Τιγράνῃ τὴν οἰκείαν νεογάμῳ οντι, καὶ ἀφῆκε πάντας. ̓Αρμενίοις δὲ καὶ Χαλδαίοις ὁμοροῦσι διαφοραὶ ησαν ἀεὶ καὶ μάχαι· τούτους δ' ἀλλήλοις ὁ Κῦρος κατήλλαξε, καὶ ουτως ἀπῄει. καὶ τὸ μὲν στράτευμα ο ἐκ τοῦ ̓Αρμενίου ελαβεν επεμψε πρὸς Κυαξάρην, ἐπεὶ δ' ἀφίκετο εἰς Μήδους, μετέδωκε τῶν χρημάτων τοῖς αὐτοῦ ταξιάρχαις. ειτα σὺν τῷ Κυαξάρῃ ἐνέβαλεν εἰς τὴν πολεμίαν, καὶ ἐστρατοπεδεύσαντο καὶ λείαν πολλὴν ἐκεῖθεν συνήγαγον. ὡς δὲ προσιόντας καὶ τοὺς ̓Ασσυρίους ἐπύθοντο, συντεταγμένοι προσῄεσαν, καὶ ἐστρατοπεδεύσαντο ἀλλήλων παρασάγγην ἀπέχοντες. τῇ δ' ὑστεραίᾳ ἐξαγαγὼν ὁ Κῦρος τὸ ἑαυτοῦ στράτευμα παρετάξατο, καὶ καθ' ετερον κέρας σὺν τοῖς Μήδοις ὁ Κυαξάρης, ἑτέρωθεν δ' οἱ ̓Ασσύριοι καὶ οἱ συμμαχοῦντες αὐτοῖς. καὶ παραθήξαντες ἀλλήλους οἱ Πέρσαι ὁμόσε δρόμῳ ἐφέροντο καὶ ὁ Κῦρος αὐτός. οι γε μὴν πολέμιοι οὐκέτ' εμενον, ἀλλ' εφευγον εἰς τὸ ερυμα. καὶ οἱ Πέρσαι αὐτοῖς ἐφεπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατεστρώννυσαν, τοὺς δὲ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον. καὶ οἱ τῶν Μήδων δὲ ἱππεῖς εἰς τοὺς τῶν πολεμίων ἱππέας ηλαυνον· οἱ δ' ἐνέκλινον· ενθα δὴ καὶ ιππων διωγμὸς ην καὶ ἀνδρῶν καὶ φόνος ἐξ ἀμφοτέρων. ἰδοῦσαι δὲ αἱ γυναῖκες τῶν ̓Ασσυρίων καὶ τῶν συμμάχων ταῦτα, ἀνέκραγον καὶ εθεον ἐκπεπληγμέναι, καὶ τοὺς πέπλους 1.232 περιρρηγνύμεναι καὶ δρυπτόμεναι ἱκέτευον πάντας ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς. ενθα δὴ καὶ οἱ βασιλεῖς αὐτοὶ σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους ἐμάχοντο καὶ τοῖς αλλοις παρεκελεύοντο. δείσας δ' ὁ Κῦρος μὴ ὀλίγοι οντες, εἰ βιάσαιντο εἰς τὸ χαράκωμα εἰσελθεῖν, ὑπὸ πολλῶν σφαλεῖεν, παρηγγύησεν ὑπὸ πόδα ἀνάγειν εξω βελῶν· καὶ ταχὺ τὸ κεκελευσμένον ἐποίησαν. ειτ' ἀπήγαγε τοὺς οἰκείους οσον ἐδόκει καλῶς εχειν, καὶ ἐστρατοπεδεύσατο. οἱ δ' ̓Ασσύριοι, καὶ τεθνηκότος τοῦ αρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν. ὁρῶντες δὲ ταῦτα ο τε Κροῖσος καὶ οἱ αλλοι σύμμαχοι σφῶν πάντες ηλγουν. ἐντεῦθεν ἐκλείπουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός. ὡς δὲ μεθ' ἡμέραν ερημον ἐφάνη τὸ τῶν πολεμίων χαράκωμα, διαβιβάζει τοὺς Πέρσας ὁ Κῦρος πρώτους, ειτα καὶ οἱ ἀμφὶ Κυαξάρην διέβαινον. τῷ μὲν ουν Κύρῳ διώκειν τοὺς πολεμίους ἐδόκει, τῷ δέ γε Κυαξάρῃ τοὐναντίον απαν ην αἱρετόν. καὶ ὁ Κῦρος "δὸς δή μοι τῶν Μήδων" εφη "τινὰς συμπορευομένους μοι, ἐκείνους δὴ οσοι μοι ἐθελονταὶ συνέψεσθαι προθυμήσονται." καὶ ὁ Κυαξάρης ἐφῆκε, καὶ τὸν ἀγγελοῦντα ταῦτα τοῖς Μήδοις τῷ Κύρῳ συνέπεμψεν. ̓Εν τοσούτῳ δὲ αγγελοι ἐκ τῶν ̔Υρκανίων ἀφίκοντο. οἱ δ' ̔Υρκάνιοι ομοροι τῶν ̓Ασσυρίων εἰσίν, εθνος οὐ πολύ, διὸ καὶ ησαν τῶν ̓Ασσυρίων ὑπήκοοι· ἐχρῶντο δ' αὐτοῖς ουτ' ἐν πόνοις ουτ' ἐν κινδύνοις αὐτῶν φειδόμενοι. καὶ τότε δὲ οὐραγεῖν ἐτετάχατο, ἱππεῖς οντες ὡς χίλιοι, οπως ει τι οπισθεν ειη δεινόν, ἐκείνοις τοῦτ' ἐνσκήψειε πρὸ αὐτῶν. οἱ δὲ οια πάσχουσιν ἐννοούμενοι, επεμψαν ἀγγέλους 1.233 πρὸς Κῦρον ἐροῦντας ὡς μισοῖντο δικαίως παρ' αὐτῶν οἱ ̓Ασσύριοι, καὶ εἰ βούλοιτο ἰέναι ἐπ' αὐτούς, καὶ σφεῖς εσοιντο σύμμαχοι καὶ ἡγήσοιντο. ὁ δὲ ηρετο εἰ καταλήψοιντο αὐτούς· καὶ οἱ ̔Υρκάνιοι ειπον οτι καν αυριον εωθεν πορεύοιντο ευζωνοι, καταλήψοιντο σφᾶς. καὶ ὁ Κῦρος πίστεις ῃτει ὡς ἀληθεύοιεν· οἱ δὲ ὁμήρους κατέθεντο παρασχεῖν, εἰ καὶ αὐτὸς δεξιὰν δοίη καὶ πιστὰ θεῶν ποιήσαιτο. καὶ ὁ μὲν Κῦρος δίδωσιν αὐτοῖς πιστά, η μὴν ἐὰν α λέγουσιν ἐμπεδώσωσιν, ὡς φίλοις καὶ πιστοῖς χρῆσθαι αὐτοῖς, καὶ μήτε Περσῶν μήτε Μήδων μεῖον εχειν τι παρ' αὐτῷ. ̓Επὶ τούτοις ὁ Κῦρος ετι φάους οντος ἐξῆγε τὸ στράτευμα, καὶ ὁ Τιγράνης μετὰ τῶν ̓Αρμενίων συνῆν, καὶ τοὺς ̔Υρκανίους δὲ περιμένειν ἐκέλευσεν, ιν' αμα ιοιεν. τῶν δὲ Μήδων σχεδὸν απαντες συνεξῄεσαν τῷ Κύρῳ. ἡγεῖσθαι ουν τοὺς ̔Υρκανίους ἐκέλευε· καὶ πολλὴν ὁδὸν διανύσας πλησίον γίνεται τοῦ τῶν ̔Υρκανίων