92
διφθόγγου γράφονται, οιον· τιμῶ, Τίμαιος· πηδῶ, Πήδαιος. Πήδαιον γὰρ επεφνε. λύω, λύαιος, ονομα· Λυαῖος, κύριον. ουτω καὶ βιβῶ, βίβαιος καὶ βέβαιος. Βεζέκ. ἀστραπή. †Βέβρυκεσ. οἱ Τρῶες.† †Βελώνησ. ὁ βέλη ὠνούμενος.† beta.382 †Βέκοσ. ὁ αρτος παρὰ Φρυξί.† Βεελφεγώρ. Βέελ ὁ Κρόνος· Φεγὼρ τόπος, ἐν ῳ ἐτιμᾶτο. Βειέλοψ. ὁ λῶρος. καὶ εθνος. Βεκκεσέληνε. ἀνεκτότατε. Βελονοπώλησ. κύριον. Βέλτεροσ. ὁ καλλίων, ὁ κρείσσων. παρὰ τὸ βέλλω, οθεν καὶ βουλὴ καὶ βέλος, γίνεται ῥῆμα βελὸς, καὶ τὸ συγκριτικὸν βέλτερος. βέλτερον ἀπολέσθαι ενα χρόνον ἠὲ βιῶναι. Βελτίωνοσ. τὸ συγκριτικὸν, μέγα. Βελλεροφόντησ. ὁ προνοούμενος παύειν τὰ κακά. τὰ εἰς ˉτˉηˉς ἀρσενικὰ, μὴ οντα σύνθετα παρὰ τὸ κρατῶ η κράτης, μὴ εχοντα οὐδέτερα εἰς ˉεˉς, εἰς ˉοˉυ εχει τὴν γενικὴν, οιον· πολίτης, πολίτου, μητιέτης, μητιέτου, Βελλεροφόντης, Βελλεροφόντου. πρόσκειται ἀρσενικὰ διὰ τὸ φιλότης, κακότης· μὴ οντα σύνθετα, παρὰ τὸ κρατῶ η κράτης, διὰ τὸ ̔Ιπποκράτης, ̔Ιπποκράτους· πρόσκειται μὴ εχοντα οὐδέτερον εἰς ˉεˉς, διὰ τὸ ἐνναέτης, ἐνναετοῦς, ἐννάετες· τοῦτο δὲ, εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν, ἐνναέτους, βαρύτονον· εἰ δὲ χρόνος ἐνναετὴς, ὀξύνεται. Βέμβιξ. ονομα τόπου. καὶ ὁ στρόμβος, ον οἱ παῖδες ἱμάντι παίζουσι, πέμπιξ τις ων, παρὰ τὸ πέμπεσθαι καὶ ἐλαύνεσθαι. Βενιαμίν. ονομα κύριον· ἑρμηνεύεται δὲ δεξιᾶς υἱός. beta.383 Βερέσχεθοι. οἱ ἀνόητοι. Βεστῖνοι. εθνος ἐν ̓Ιταλίᾳ θηριῶδες τὸν τρόπον. καὶ βεστία τὰ θηρία κατὰ τὴν τῶν ̔Ρωμαίων διάλεκτον. Βετράνοσ. ὁ ἀπολυθεὶς τῆς στρατείας. ἐπὶ εἰκοσαετίαν δὲ ουτοι ἐδούλευον. Βέχειρ. εθνος Σκυθικόν. Βελίαρ. τῇ ̔Εβραίων φωνῇ τὸν ἀποστάτην δηλοῖ. ὁ ̓Απόστολος· τίς δὲ συμφώνησις Χριστῷ πρὸς βελίαρ. Βέκυλοσ. προβατώδης. Βέτων. ὁ πάνυ εὐτελής. (Θηλυκόν.) Βέλεκοσ. οσπριον· εοικε δὲ τοῖς λαθύροις. Βεβαία. ἀσφαλὴς, ἀσάλευτος. καὶ ονομα πηγῆς. Βελυβίνα. πόλις Λακεδαιμονίας. Βεμβράσ. ειδος ἰχθύος. Βερενίκη. ἡ γυνὴ τοῦ πατρὸς Πτολεμαίου. Βέῤῥοια μεγάλη. τὸ Χάλεπ. Βέῤῥοια. πόλις Μακεδονίας. Βενεβενδόσ. πόλις Καλαβρίας, ην κτίζει ∆ιομήδης. Βεμβράνασ. ῥωμαϊκώτερον τὰ εἰλητὰ ἐκάλεσεν ἀπὸ τῆς ἐν ̔Ρώμῃ συνηθείας ἀδιαφόρως τῇ λέξει καταχρησάμενος, ἀφ' ης δὴ καὶ εγραφε τὴν ἐπιστολήν. (Οὐδέτερον.) Βέβιον. ονομα ορους. beta.384 Βέλεμνα. τὰ βέλη. παρὰ τὸ βέλος βέλεμνος. ὡς εχω εχεμος. Βέλοσ. πᾶν τὸ κατὰ τινὸς βαλλόμενον. παρὰ τὸ βάλλω βέλος. καὶ τὸ τραῦμα παρ' ̔Ομήρῳ. Βέλτερον. κρεῖσσον. Βένθοσ. τὸ βάθος. Βενεφοικίοισ. απαν ειδος χάριτός τε καὶ δεξιώσεως. τῆς γὰρ τῶν Λατίνων διαλέκτου ουσα ἡ λέξις εὐεργεσίαν δηλοῖ, πρὸς ἑλληνίδα μεθερμηνευομένη διάλεκτον. Βέρεθρον. τὸ βάθος. Βέρeta. τόπος. Βέραιδον. ξύλον. Βέρεδον. τὸ κοβύτουρον. Βεστία. τὰ θηρία κατὰ ̔Ρωμαίους. Βεύδεον. τὸ ποικίλον ἱμάτιον, η τὸ πορφυροῦν. Βεστιάριον. παρὰ ̔Ρωμαίοις, ενθα ἡ ἀναγκαία ἀπόκειται ἐσθής. Βένθοσ. τὸ βάθος. παρὰ τὸ βάθος καὶ πλεονασμῷ τοῦ ˉν βένθος· ὡς πάθος πένθος. Βεβυσμένα. λαθραῖα, η πεπυρωμένα, η καὶ τὰ περιπεφραγμένα. ( ̔Ρῆμα.) Βεβρώθοισ. φάγοις. βρῶ, βρώσω, βέβρωκα. ἐκ τούτου ῥῆμα βεβρώκω, τροπῇ τοῦ ˉκ εἰς ˉθ βεβρώθω. ὁ παρατατικὸς ἐβέβρωθον, ἡ μετοχὴ ὁ βεβρωθών· τοῦ βεβρωθέντος· τὸ εὐκτικὸν βεβρώθοιμι, βεβρώθοις. Βεβριθόσ. βαρυνθέν. beta.385 Βεβίωκα. εζησα. Βεβουκόλημαι. ἀποδεδίωγμαι, πεπλάνημαι. Βεβολήατο. τῇ ψυχῇ τετρωμένοι ησαν. παρὰ τὸ βάλλω γίνεται βλῶ, βλήσω, βέβληκα, βέβλημαι, ἐβεβλήμην, ἐβέβληντο, προσθέσει τοῦ ˉο ἐβεβόληντο, καὶ ̓Ιωνικῶς ἐβεβολέατο καὶ τροπῇ τοῦ ˉε εἰς ˉη βεβολήατο. Βεβαλανωμένον. κατεχόμενον ὑπὸ τῆς κόπρου. Βέβυστο. ἐπεπλήρωτο. Βεβυσμένοσ. περιπεφραγμένος. Βεβώσ. ἀναβεβηκώς. Βεβίηκεν. ἐπορεύθη. Βεβαῶτα. βεβηκότα. Βεβαρηότα. βεβαρημένον. Βέβηκεν. εστηκεν, ἐπέπυκτο. Βέβρυχεν. ἠχεῖ. Βέβουλα. ἀπὸ τοῦ βούλω βαρυτόνου ὁ μέλλων βουλήσω, βεβούληκα, ὁ μέσος βέβουλα. Βεβίηκεν. ἀντὶ τοῦ ἐπορεύθη. βιάζω, βιάσω, βεβίακα, βεβίηκε τροπῇ τοῦ ˉα εἰς ˉη. -τοῖον γὰρ αχος βεβίηκεν ̓Αχαιοῖς. Βέω. τὸ πορεύομαι. οφρ' αν ἐγὼ βέω ποτὶ