πρὸς πάντων καὶ ἀναισχύντους φωνὰς προεξένησε. καὶ ὁ Βρυέννιος δὲ τοιαῦτα πολλὰ διεπέμψατο· ἀλλ' οὐδεὶς προσέσχεν αὐτοῖς, καίτοι τῆς πόλεως ἀγχοῦ καθισταμένου αὐτοῦ ἐν ἰσχύι, καὶ δυναμένου τοῖς ἔνδον παραβοηθῆσαι ταχέως, εἰ πρὸς αὐτὸν ἀποκλίνοιεν. ὅπου δὲ τὸ θεῖον συνεπινένευκε διὰ τὴν τούτου ἀρετὴν καὶ χρηστότητα, ἐκεῖσε καὶ ἡ τῶν ἀνθρώπων ὁρμὴ καὶ θέλησις βέβηκεν, ἀπλανεῖς ἐχόντων τοὺς χαρακτῆρας τῆς τοῦ ἀνδρὸς φύσεώς τε καὶ πράξεως. Πρὸς ταῦτα συνῆκε μὲν ὁ κρατῶν οὐδαμῶς, οὐδὲ τὰς παραδοξοποιίας ταύτας εἰς νοῦν ἀνήνεγκεν ἰσχυρότερον, καὶ θείαν ὀμφὴν ἢ κρίσιν τῶν οὕτω συντρεχόντων ἡγήσατο τὴν ἐπίρροιαν· ἀλλὰ μύων ὡσανεὶ τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἰταμώτερός πως ἐγίνετο καὶ ἀντίξους τοῖς πράγμασι, μᾶλλον δὲ ταῖς ἐκ τοῦ θείου συμβολικαῖς ἐπιδείξεσι. καὶ τὰ μὲν ἄλλα ὅσα μειρακιωδῶς διεσκέπτετο, συντρέχοντος ἐν πᾶσι Νικηφόρου τοῦ λογοθέτου τοῦ δρόμου, μηχανορράφοις τισὶν ἢ ἀστρονόμοις καὶ διοσημίας τινὰς ἐπαγγελλομένοις καὶ ἀφιδρυμάτων προρρήσεσιν ἐκ τελετῶν προσανέχων καὶ δημοκόποις ἢ δεισιδαίμοσι, λέγειν νῦν περιττὸν καὶ ἄκαιρον ἥγημαι· ὅσα δ' ἐκ τοῦ προφανοῦς ἐτυράννει καὶ βιαιότερον ἢ κατὰ 258 βασιλέως χρηστότητα συνεκρότει, ταῦτα τῷ λόγῳ παραδιδόναι καὶ μνήμης ἀξιοῦν οὐκ ἀνάξιον. Τῆς γὰρ κοινῆς γλώσσης ἀπαρεσκομένης πρὸς τὴν τοῦ βασιλεύοντος ἀγνωσίαν καὶ ἀκυβέρνητον ἔπαρσιν, καὶ δι' αὐτῆς πανταχόθεν ἐπισυρρεῖν τὰ δεινὰ διαλεγομένης, ὡς ἑκατέρωθεν τὴν βασιλίδα τῶν πόλεων περιηχεῖσθαι ταῖς τῶν σιδήρων αὐγαῖς καὶ τομαῖς, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τὸ πλεῖστον μέρος τὸ ζῆν ἀπορρήγνυσθαι (τριῶν γὰρ νομισμάτων ὁ τοῦ σίτου μέδιμνος ἐπιπράσκετο, καὶ τῶν θανόντων οὐκ ἦν εὐχέρεια πρὸς τὸ θάπτεσθαι), συνῆλθον εἰς ταὐτὸν οἱ τῆς ἀρχιερατικῆς ἀξίας τῷ ἀρχιποίμενι τούτων καὶ πατριάρχῃ Κοσμᾷ, καὶ περὶ τῶν ἐνεστώτων ὡς τὸ εἰκὸς ἐβουλεύοντο, καὶ τῷ Βοτανειάτῃ τὴν νικητήριον ψῆφον ἐπὶ τῷ ἄρχειν βασιλικῶς προσετίθεσαν, οὐ προδήλως μέντοι καὶ προπετῶς διὰ τὸ ἐκ τοῦ βασιλεύοντος δέος, ἀλλ' ἐκ συλλογισμῶν καὶ λογικῶν παραθέσεων καὶ τρόπων ἐπιεικῶν, συναγόντων εἰς τὴν αὐτὴν ἐννοιάν τε καὶ ξύρροιαν τὸ προτιθέμενον βούλευμα. εἷς δὲ τῶν ἄλλων γνώσει διαφέρων καὶ λογιότητι, καὶ τὸ παρρησιαστικὸν κεκτημένος ἐκ, φύσεως, τὴν προεδρίαν μὲν ἔχων τῆς τοῦ Ἰκονίου καθολικῆς ἐκκλησίας, Ἀσκάλωνα δὲ πατρίδα τῆς Φοινίκης αὐχῶν, καὶ παρὰ τῶν ἄνωθεν ὡς κορωνίδα κεκτημένος τὸ εὐσεβές, τρανότερόν τε καὶ διαλεκτικώτερον τῷ βουλευτηρίῳ τὴν οἰκείαν γνώμην ἐνσημηνάμενος 259 ἔχθιστος ἐλογίσθη τῷ τε λογοθέτῃ καὶ αὐτῷ βασιλεῖ. καὶ αὐτίκα τοὺς ἄξοντας αὐτὸν ἀνάρπαστον ἐξαπέστειλαν. ὃ δέ, προγνοὺς τὸ τῆς ὀργῆς ἀκατάσχετον, ἐντὸς εἰσέδυ τῆς δευτέρας σκηνῆς τοῦ μεγάλου ναοῦ τῆς ἁγίας σοφίας, ἥτις ἅγια μὲν ἁγίων τοῖς πάλαι κατωνομάζετο, ἡμῖν δὲ τοῖς τῆς νέας διαθήκης πρὸς τούτῳ καὶ θυσιαστήριον καὶ ἄδυτον καὶ ἱλαστήριον· καὶ τῶν θείων ἀπρὶξ ἐχόμενος τόπον ἀσυλίας τὴν θείαν ἐποιεῖτο ἀντίληψιν. ἀλλ' οἱ πεμφθέντες, εἴτ' ἐξ ἰδίας ἀσεβείας καὶ θηριωδίας εἴτ' ἐκ παραγγελίας τοῦ πέμψαντος, μηδὲν εὐλαβηθέντες μηδ' ὑποπτήξαντες τὴν ὄντως θεότευκτον σκηνὴν καὶ τῶν οὐρανίων ἀντίτυπον, ἀλλὰ τῷ θυμῷ μεθυσθέντες καὶ βακχικόν τι καὶ ἀρειμάνιον συμφρονήσαντες, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ἀφρόνως ἐπινοήσαντες, εἰς αὐτὸ τὸ καὶ ἀγγέλοις αἰδέσιμον φονίως εἰσελαύνουσιν ἱλαστήριον, καὶ τὸν ἀρχιερέα ξιφήρεις ὄντες ἀνάρπαστον ποιησάμενοι τῷ βασιλεῖ παριστῶσιν. ὃ δὲ ἀνήκεστον μὲν οὐδὲν εἰς αὐτὸν διεπράξατο, τήν τε παρρησίαν τοῦ ἀνδρὸς αἰδεσθεὶς καὶ τὸ ἐν λόγοις εὐδόκιμον, καὶ τὴν ἀπὸ τοῦ θείου νέμεσιν καὶ τὸν ἐκ τοῦ θυσιαστηρίου καταπλαγεὶς ἑλκυσμόν· τὸ δὲ τῆς παρανομίας καὶ ἀτοπίας ἐκληρώσατο μῖσος ἐκ πάσης ἡλικίας καὶ τύχης καὶ φύσεως. Καὶ ὡς μὲν οἱ