ὀρυγμαδός, οὐ μὴν καὶ κινηθείσης ἤδη καὶ παυσαμένης. ἀλλὰ τοὐναντίον Ὅμηρος ποιεῖ ἐν τοῖς ἔπεσιν· ἐπεὶ δὴ-γάρ φησι-κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μεγάλ' ἴαχεν, ἆλτο δ' ὀιστὸς ὀξυβελής, καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων· οὐ γὰρ τεταμένου τοῦ τόξου ταῦτα ἐπιγίνεται τοῖς μέρεσι διὰ τοὺς τοξεύοντας, ἀλλὰ τεινομένου ἔτι καὶ τὴν τάσιν, ὡς ἂν εἴποι τις, πάσχοντος. Ἀλλὰ τί βούλεσθε; πότερον τὸ ἐμὸν διαλύσω ἀπόρημα ἢ πρὸς τὸ ὑμέτερον ἀπαντήσω ἐρώτημα; τοῦτο γοῦν πρότερον ποιήσας, τοῖς ἐμοῖς ὕστερον ἀφοσιώσομαι ἀπορήμασι. βιὸς γοῦν καὶ νευρὰ κατὰ μὲν τὸν ἀριθμὸν ἕν, ὥσπερ μέροψ καὶ ἄνθρωπος καὶ βροτός, καὶ λώπιον καὶ ἱμάτιον, καὶ οἷα τὰ πολυώνυμα, τῷ μέντοι γε λόγῳ διάφορα, ὥσπερ κἀν τοῖς παραδείγμασιν· ἄλλο γὰρ τῷ λόγῳ τὸ ἄνθρωπος καὶ τὸ μέροψ καὶ τὸ βροτός, εἰ καὶ τὸ ὑποκείμενον ἕν. τὸ μὲν γὰρ διὰ τὸ ἀναθρεῖν ἃ ὄπωπε, τὸ δὲ διὰ τὸ μεμολῦσθαι τῇ ἐπιμιξίᾳ τοῦ σώματος, τὸ δὲ διὰ τὸ μεμερίσθαι τὴν φωνήν. οὐ γὰρ ἅμα πάντα τοῖς ὀνόμασιν, οὐδὲ τῷ ἑνὶ ξύμπαντα, ἀλλὰ καὶ τὰ στοιχεῖα καὶ αἱ συλλαβαὶ καὶ τὰ πρώτως ἐκφωνούμενα καὶ αἱ περίοδοι, ἕκαστόν τε πολλὰ καὶ ξύμπαντα πάμπολλα καὶ ἐφ' ἑκάστῳ μυρία ἡ μερίς, ἀλλ' οὐ ξύμπαντα τὸ αὐτό. οὕτω δὲ καὶ νευρὰ καὶ βιὸς τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ δὲ λόγῳ διαφόρω ἐστόν· τὸ μὲν γὰρ παρὰ τὸ βεβιάσθαι τῷ τοξεύοντι, τὸ δὲ παρὰ τὴν ὑποκειμένην οὐσίαν. ὅθεν, εἰ μὴ τοξεύοι τις, οὐ συνέσται τῇ νευρᾷ καὶ ὁ βιός· οὐ γὰρ βιάζεται τότε τὸ νεῦρον μὴ τεινομένου τοῦ τόξου. διὰ ταῦτα γοῦν φησιν Ὅμηρος «λίγξε βιός, νευρὴ δὲ μεγάλ' ἴαχε». διὰ γοῦν τοὺς διαφόρους λόγους τοῦ ὑποκειμένου καὶ τὴν τῶν ὀνομάτων ἑτερότητα διάφορα καὶ τὰ πάθη τῶν ἀπηχήσεων καὶ οἱ λόγοι τῶν ἐκφωνήσεων· ἐκεῖ μὲν γὰρ «λίγξε», ἐνταῦθα δὲ «ἴαχε». καὶ ἄμφω μὲν ἐν τῷ τείνεσθαι, ἀλλὰ τὸ μὲν ὡς οὐσία, καὶ διὰ τοῦτο καὶ ἰαχὴ τὸ ποιῶδες ἐκφώνημα, τὸ δὲ ὡς πάθος, καὶ διὰ τοῦτο τὸ «λίγξε» συνῆπται. Ταῦτα οὖν ὑμῖν καὶ τὴν πρώτην ἡρμήνευται καὶ νῦν διηκρίβωται, δύναιτο δ' ἄν τις καὶ ἐξ ἑτέρας ἐπιβολῆς ἑτέρως τὸν λόγον διασαφῆσαι. ὅτι μὲν οὖν σοφὸς ὁ ποιητὴς οὐ τὰ ἀνθρώπινα μόνον, ἀλλὰ καὶ τὰ θεῖα καὶ τὰ δαιμόνια, οὐκ ἄν τις ἀντερεῖ τινι, ὅσον μηδὲ κἀμοί· εἰ δ' οὕτω τοῦτο ἔχοι τις ἂν εἰπεῖν ὑπὲρ τοῦ ποιητοῦ, τίς μὲν αὐτῷ ὁ Ἀπόλλων νενόηται καὶ τίνες αἱ ἐπιστῆμαι αἱ τούτῳ ἀπονεμηθεῖσαι, ὧν καλλίστη ἡ τοξική, ἵνα μὴ τὰς ἄλλας νῦν λέγω, τίς δὲ ὁ Ἀπόλλων καὶ πόθεν αὐτῷ τὸ ὄνομα, καὶ τί ποτε τῷ ποιητῇ τὸ τοξεύειν νενόηται; καὶ ἵνα μὴ περιεργότερος ὦ τοῦ δέοντος, περὶ τοῦ ὀνόματος μόνον καὶ τῆς τοξικῆς ἐπιστήμης ὑμῖν δίειμι. Ἔστιν οὖν ὁ Ἀπόλλων τῷ ποιητῇ ἢ θεός τις τῶν τῆς Ἑλληνικῆς συμμορίας ἢ ὁ φαινόμενος ἥλιος· εἴτε γὰρ οὗτος εἴτε ἐκεῖνος, Ἀπόλλωνες ἄμφω, κατὰ στέρησιν τῶν πολλῶν, τῶν ἄλλων ὑπερκαθήμενοι καὶ τῷ ἑνὶ προσπελάζοντες καὶ τῆς ἑνώσεως ὄντες ἐπάρχοντες, ἀλλ' οὐ τῆς διακρίσεως. τοῖν δέ γε ἡλίοιν ὁ μέν τίς ἐστιν ἡ φαινομένη σφαῖρα κατ' οὐρανόν, ὁ δὲ ὁ νοητὸς καὶ κρύφιος καὶ ἐν ἰδέας λόγῳ τοῦ ὁρατοῦ προκαθήμενος. καὶ εἰ περιττός τινι ὁ λόγος δοκεῖ, τῆς ἀρχαιοτέρας πυνθανέσθω φιλοσοφίας, ἀφ' ἧς οὐ μονοειδῆ τὰ πολλὰ εὕρῃ, ἀλλὰ καὶ δεκαδικὰ καὶ τετραδικὰ καὶ τοὐλάχιστον δυοειδῆ, ὥσπερ δὴ καὶ ἄνθρωπος τὸ μῖγμα καὶ τὸ μετὰ τοῦ ὀχήματος καὶ τὸ κατὰ μόνους τοὺς λόγους καὶ τὴν κατὰ τὸ θεῖον ἐπιστροφήν. Ἀρκεῖ μὲν οὖν ταῦτα εἰς τὸ τοῦ Ἀπόλλωνος ὄνομα. τοξικοὶ δὲ ἄμφω καὶ διὰ τοῦτο Φοῖβοι διωνομασμένοι τῷ ποιητῇ. καὶ τοῖς μὲν ἄλλοις τοῖς ἐξηγησαμένοις τὸν Ὅμηρον τὸν καθαρὸν τοὔνομα δοκεῖ {τὸν} βίον ἢ τὸν παραδειγματικόν, ἀπὸ τοῦ φάος εἶναι τῷ βίῳ, ἤτοι παράδειγμα καθαρότητος, Πορφυρίῳ δὲ ἐν τοῖς εἰς τὸν Ὅμηρον ἐξηγητικοῖς Φοῖβός ἐστιν ὁ τοξότης, οἷον φαόβιός τις ὤν, ὅπερ ἐστὶ λαμπρότοξος. Τί οὖν μοι τὰ πολλὰ ταῦτα λέλεκται; οὐχ ἵνα δόξω σοφός- συνείρω γάρ, νὴ τὴν ὑμετέραν ἀγάπην, καὶ κρύπτω τὰ πλείονα, καίτοι μοι ὀργώσης τῆς