στρατηγῶν τὸ κλέος, τῶν ἄλλων παίδων Ἰεσσαὶ νεώτατος ὑπῆρχε· τὴν ὄψιν μὲν ἀπέριττος, τὴν δὲ ψυχὴν ὡραῖος, τὴν γνώμην ἀνδρικώτατος, τὸ σῶμα ῥωμαλέος, πρᾶος, κοινὸς καὶ ταπεινός, ἀλλ' ἀρχικὸς τὴν πρᾶξιν, ἡδύτατος ἐν ἤθεσιν, ὀξύτατος ἐν λόγοις, ποικίλος τὰ χαρίσματα, τὴν θεωρίαν ἔνθους. οὗτος πολλὰ μὲν ὑποστάς, πολλὰ καὶ κατορθώσας, τραπεὶς δ' ἀπείρους τὰς τροπὰς ἐφ' ἱκανὸν τὸν χρόνον, καὶ νῦν μὲν ἐλαυνόμενος, νῦν δὲ δεινοῖς ἐμπίπτων, νῦν πάσχων καὶ θλιβόμενος, ἄλλοτε φυγαδεύων, ποτὲ μὲν ἔχων ἄνεσιν καὶ ζῶν θυμηρεστέρως, ποτὲ δὲ χειμαζόμενος θλίψεων τρικυμίαις, ἄλλοτε πάλιν τὴν ὁδὸν τὴν θείαν διοδεύων, ποτὲ δὲ καὶ πλανώμενος <............> ἐκ ταύτης, ἅπερ σαφῶς μανθάνομεν ἀπὸ τῆς ἱστορίας, ἅπαντα νῦν τὰ καθ' αὑτὸν ὡς ἔχει κατὰ μέρος ἐν τούτῳ τῷ συγγράμματι διδάσκων ἀνατάττει. Καὶ πρώτη μὲν ὑπόθεσις τῆσδε τῆς πραγματείας ἀφήγησις διδάσκουσα τὰ πάθη τοῦ προφήτου. ∆εύτερον δὲ κεφάλαιον τῆς συγγραφῆς εὑρήσεις τὴν θαυμαστὴν ἀφήγησιν τῆς ἀρχαιολογίας. ἐν διαφόροις γὰρ ψαλμοῖς ἱστορικῶς συγγράφει πατριαρχῶν τὴν γένεσιν, τὴν ἀγωγήν, τὴν πρᾶξιν, τὴν ἐν Αἰγύπτῳ μοχθηρὰν δουλείαν τῶν Ἑβραίων τῶν νώτων τὴν ἐπίτριψιν, τὴν ἄρσιν τῶν κοφίνων, πρὸς δὲ καὶ τὴν δεκάπληγον ποινὴν τῶν Αἰγυπτίων· εἶθ' οὕτως καὶ τὴν ἔξοδον τὴν ἀπὸ τῆς Αἰγύπτου, τῆς Ἐρυθρᾶς τὴν χέρσωσιν, τοῦ Φαραὼ τὴν πνῖξιν, ἀναβατῶν καὶ τριστατῶν τὸν ὄλεθρον τὸν ξένον· τὰ τῆς ἐρήμου θαύματα καὶ τὴν μαννοβροχίαν, τὸν ἐκ τῆς πέτρας ποταμὸν καὶ τὴν ὀρτυγομήτραν· τὰ νομικά, τὰ τῆς σκηνῆς, τὰ τῆς ἱερατείας, τοὺς Ἀριθμοὺς καὶ τὴν γραφὴν τοῦ ∆ευτερονομίου· τὴν στρατηγίαν Ἰησοῦ καὶ τὴν κληροδοσίαν· πρὸς τούτοις δὲ καὶ τοὺς Κριτὰς ἅμα ταῖς Βασιλείαις· καὶ τἆλλα πάντα σὺν αὐτοῖς ὅσα τῆς ἱστορίας. Τρίτον ἐστὶ κεφάλαιον ἡ φυσιολογία, ἐξ ἧς ἐκδιδασκόμεθα τὰ τῆς δημιουργίας, περί τε γῆς καὶ τῶν ἐν γῇ καὶ περὶ γῆν κτισμάτων περί τε τῶν κατ' οὐρανὸν περί τε τῶν στοιχείων. Τέταρτον δὲ κεφάλαιον γνῶθι τὰ τοῦ σωτῆρος, ὅσα περὶ τὴν σάρκωσιν καὶ τὴν οἰκονομίαν, τὴν τῶν θαυμάτων ἔνδειξιν καὶ τὴν διδασκαλίαν, τὴν τοῦ λυσσώδους μαθητοῦ δολίαν προδοσίαν, τὸν χλευασμόν, τὸν ἐμπαιγμόν, τὸν γέλωτα, τὰς ὕβρεις, ὅσα περὶ τὴν σταύρωσιν καὶ τἆλλα τὰ τοῦ πάθους, τὴν βρῶσιν τὴν ἐκ τῆς χολῆς, τὴν πόσιν τὴν ἐξ ὄξους, τὴν ἔγερσιν, τὴν ἄνοδον, τὸν ὕμνον τῶν ἀγγέλων, ὅσα τε προηγόρευσε προδήλως ἐπὶ τούτοις. Πέμπτον τὴν κλῆσιν τῶν ἐθνῶν, τῶν μαθητῶν τὴν δόξαν, τὴν προκοπὴν καὶ σύστασιν τῆς νέας ἐκκλησίας, τὴν τῶν Ἑβραίων κάκωσιν καὶ τὰς αἰχμαλωσίας, τὴν τοῦ δεσπότου φοβερὰν δευτέραν παρουσίαν. Ἕκτον ἐστὶ κεφάλαιον τὸ κατὰ τὴν τριάδα, πατρός, υἱοῦ καὶ πνεύματος σεπτὴ θεολογία. Ἕβδομον ἡ τῶν νοερῶν ἐξήγησις κτισμάτων, ἤγουν νοός τε καὶ ψυχῆς, ἀγγέλων καὶ δαιμόνων. Ὄγδοον οἱ τῆς ἠθικῆς παιδαγωγίας λόγοι, δι' ὧν ποθοῦμεν ἀρετὴν καὶ φεύγομεν κακίαν. Ἔννατον τὰ τῶν λογισμῶν καὶ τὰ τῆς διανοίας, τῆς τῶν δαιμόνων προσβολῆς, τῆς τῶν παθῶν ἐφόδου, καὶ τῆς αὐτῶν ἀποτροπῆς καὶ συντριβῆς καὶ νίκης. ∆έκατον δὲ κεφάλαιον τῶν ἐντολῶν ὁ λόγος, ἐν οὐδενὶ λειπόμενος τῶν ἐν εὐαγγελίοις. ∆έκα μὲν οὖν κεφάλαια τὰ συνηριθμημένα, οἷσπερ ἡ πᾶσα τῶν ψαλμῶν ἔγκειται πραγματεία· εἰσὶ δὲ πάλιν ἕτερα χωρὶς τῶν δέκα τούτων ἐκ τῶν πραγμάτων φέροντα κλήσεις ἰδικωτέρας. ψαλμὸς δοξολογητικός, ὡς ὢν δοξολογία· ψαλμὸς εὐχαριστήριος, ὡς ὢν εὐχαριστία· ἄλλος ψαλμὸς προσευκτικός, ὡς προσευχὴν ἐμφαίνων· ἄλλος παραμυθητικός, ὅτι παραμυθεῖται· ἕτερος δὲ προτρεπτικός, ὡς προτροπὴν σημαίνων· ἕτερος δ' ἀποτρεπτικός, ἐπείπερ ἀποτρέπει· πρὸς τούτοις δ' ὁ μεθοδικός, ἐπείπερ ἑρμηνεύει, οὐ μόνον γὰρ προτρέπεται τὸ πράττειν ἢ μὴ πράττειν, ἀλλ' ὑποτίθησιν ὁμοῦ τὸν χρόνον καὶ τὸν τρόπον. Ὅλως δ' ἡ βίβλος τῶν ψαλμῶν ἐστι ταμεῖον, παθῶν ἁπάντων