κύριος τῷ Ἰούδᾳ, ἐκεῖνος δὲ τότε ἀπέθετο κρεῖττόν τι ἐνυπάρχον ἐν αὐτῷ, καὶ τάχα τὴν εἰρήνην, ὑποστρέφουσαν ἀπὸ τοῦ ἀκούσαντος καὶ μὴ παραδεξα μένου ἐπὶ τὸν εἰπόντα, κατὰ τὸ λελεγμένον ὅτι «Ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς «εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτὸν ἀναπαύσεται· ἐὰν δὲ μὴ ᾖ ἐκεῖ «υἱὸς εἰρήνης; ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἀνακάμψει», παραθησόμεθα καὶ ἀπὸ τῆς πρὸς Κορινθίους δευτέρας ἐπιστολῆς ταῦτα οὕτως γε γραμμένα· «Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ 32.22.285 «τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα». κατανοήσας γὰρ τὴν ἐν τούτοις ἀντίδοσιν χοϊκῶν πρὸς πνευματικά, δυνήσῃ ἰδεῖν πῶς τῷ μὴ ἀξίῳ ἄρτου ψωμίον ἐπιδέδωκεν, ἵνα διὰ τοῦ ψωμίου ἀφέλῃ αὐτοῦ, ὡς ἀναξίου ἔτι ἀκούειν· «Καὶ γὰρ ὁ ἄνθρωπος «τῆς εἰρήνης μου» τὴν εἰρήνην («ὁ ῥυπαρὸς γὰρ ῥυπανθήτω ἔτι»), ἧς ἀφαιρεθείσης ὁ ἐπιτηρῶν καιροὺς τῆς εἰς τὴν ψυχὴν εἰσόδου αὐτοῦ, καὶ τὸν διδόντα αὐτῷ τόπον εἰσελθεῖν, εἰς τὸν Ἰούδαν 32.22.286 <εἰσῆλθεν>. ἅμα δὲ παρατήρει ὅτι πρότερον μὲν οὐκ εἰσῆλθεν ὁ Σα τανᾶς εἰς τὸν Ἰούδαν, ἀλλὰ βεβλήκει μόνον εἰς τὴν καρδίαν «ἵνα «παραδῷ Ἰούδας Σίμωνος Ἰσκαριώτης τὸν διδάσκαλον»· κατὰ δὲ τὰ 32.22.287 νῦν ἐξεταζόμενα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον. διόπερ καὶ ἡμεῖς φυλαττώμεθα, μήποτε ὁ διάβολος βάλῃ εἰς τὴν καρδίαν ἡμῶν ὁτιποτοῦν τῶν πεπυρωμένων αὐτοῦ βελῶν· ἐὰν γὰρ βάλῃ, ἐπιτηρεῖ 32.22.288 μετὰ τοῦτο καὶ αὐτὸς εἰσελθεῖν. ζητήσαι δ' ἄν τις, διὰ τί οὐ γέ γραπται· "7ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ δώσω τὸ ψωμίον"7, ἀλλὰ μετὰ προσθήκης τῆς «βάψω»· «Βάψω, γάρ φησι, τὸ ψωμίον καὶ δώσω». 32.22.289 καὶ «βάψας τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκα»ριώτῃ». ὡς ἐν τοιούτοις δὴ τόποις πρόσχες εἰ δύνασαι τὸν εἰλικρινῆ ἄρτον ἀβαφῆ φάσκειν εἶναι καὶ καθ' αὑτὸν τρόφιμον· τὸ δὲ τῷ Ἰούδᾳ ἐπιδιδόμενον καὶ οὐκ ἄρτος ἦν τὸ ψωμίον, καὶ οὐ ψωμίον ἀβαφές, ἀλλὰ βεβαμμένον τῷ δυναμένῳ ἀποσπάσαι τῆς ψυχῆς αὐτοῦ τὴν ἀπὸ τοῦ λόγου ἐπὶ ποσὸν ἐγγινομένην βαφήν, ἵνα μετὰ τὸ ψω 32.22.290 μίον εἰσέλθῃ εἰς ἐκεῖνον ὁ Σατανᾶς. ἐγὼ δὲ ζητήσαιμ' ἂν ὡς τούτῳ συγγενὲς τὸ ἀπὸ τοῦ κατὰ Ματθαῖον· «Ὁ ἐμβάψας τὴν χεῖρα μετ' «ἐμοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει», καὶ τὸ ἀπὸ τοῦ κατὰ Μάρκον «Ὁ ἐμβαπτόμενος μετ' ἐμοῦ εἰς τὸ τρυβλίον» καὶ τὸ ἀπὸ τοῦ κατὰ Λουκᾶν δέ, εἰ καὶ μὴ ὀνομάζει τὸ «Ἐμβάψας», ἀλλ' ᾗ φησί γε· «Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς 32.22.291 «τραπέζης». ὁ μὲν οὖν περὶ τούτου ἀληθὴς λόγος παρὰ τοῖς ἐμοῦ εὑρεθείη ἂν πολλῷ σοφωτέροις· ἐγὼ δὲ στοχάζομαι, μήποτε καὶ τὸ ἀναιδὲς τοῦ Ἰούδα καὶ ἐν τούτῳ ἐμφαίνεται, μὴ τιμῶντος τὸν δι δάσκαλον ἐν τῷ συνεσθίειν μηδὲ παραχωροῦντος αὐτῷ τῆς εἰς τὸ 32.22.292 τρυβλίον ἐμβάψεως, ὡς παρεχώρουν οἱ λοιποί. διόπερ ἐκείνων μὲν οὐδεὶς ἐνέβαπτεν τὴν χεῖρα εἰς τὸ τρυβλίον μετ' αὐτοῦ· οὗτος δέ, οὐκ ἀξιῶν μετ' αὐτῶν ἐμβάπτειν, μετ' αὐτοῦ ἐνέβαπτε τὴν ἰσότητα θέλων ἔχειν πρὸς αὐτόν, δέον αὐτῷ παραχωρεῖν τῆς ὑπεροχῆς. 32.22.293 τάχα οὖν τοῦ αὐτοῦ ἔχεται καὶ τὸ «Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδι «δόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης». καὶ χαριεντιζόμενος δέ ποτε εἰς προτροπὴν νέοις περὶ τῆς ἐν ἑστιάσει τιμῆς τῶν πρεσβυ τέρων συγχρήσει τῷ ῥητῷ, ἵνα μὴ συνθλίβωσι τὴν χεῖρα τῶν [δύο] πρεσβυτέρων. γέγραπται γὰρ καὶ τοῦτο· «Μὴ συνθλίβου μετ' αὐτοῦ 32.22.294 «ἐν τῷ τρυβλίῳ». οὐκ ἀγνοοῦντες δὲ δόξαν περιέργου ζητήσεως καὶ πείθειν μὴ δυναμένης τὸν ἀκροατὴν ἀπολογίας ἀποφέρεσθαι παρὰ τοῖς τούτων ἀκούουσιν ταῦτα ἐτολμήσαμεν, κρεῖττον εἶναι νομί ζοντες τὸ πάντα βασανίζειν τοῦ παρελθεῖν τι ἀβασάνιστον τῶν γε γραμμένων. 32.23.295 Εἰσελθόντος μέντοι τοῦ Σατανᾶ εἰς τὸν Ἰούδαν, «Λέγει, φησίν, αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον». τίνι δὲ «Αὐτῷ» ἀμφίβολον, ἐπεὶ δύναται αὐτῷ τῷ Ἰούδᾳ ἢ τῷ Σατανᾷ εἰρηκέναι ὁ κύριος· «Ὃ ποιεῖς ποίησον τάχιον» προκαλούμενος τὸν ἀνταγωνιστὴν ἐπὶ τὴν πάλην, ἢ τὸν προδότην ἐπὶ τὸ διακονῆσαι τῇ σωτηρίῳ <τῷ> κόσμῳ ἐσομένῃ οἰκονομίᾳ, ἣν οὐκέτι μέλλειν οὐδὲ βρα δύνειν, ἀλλ' ὅση δύναμις ταχύνειν ἤθελεν, οὐ δειλιῶν, ὡς οἴονταί τινες