ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν.» ∆ιὰ τούτων φαίνονται γνῶσιν μὲν ἀληθείας ἔχοντες, ἣν ὁ Θεὸς αὐτοῖς ἐφανέρωσεν, ἔνοχοι δὲ γίνονται, διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν. Οὐκοῦν τὸ μὴ κωλύσαι τὰ Ἑλλήνων μανθάνειν, τῇ γνώμῃ τῶν βουλομένων κατέλιπον. Εἷς μὲν οὖν οὗτος λόγος εἰρήσθω ἡμῖν πρὸς τὸ προκείμενον· ἕτερος δὲ τοιοῦτος. Αἱ θεόπνευστοι γραφαὶ δόγματα μὲν θαυμαστὰ καὶ ὄντως θεῖα διδάσκουσι· καὶ πολλὴν μὲν εὐλάβειαν καὶ βίον ὀρθὸν τοῖς ἀκροαταῖς ἐντιθέασι, πίστιν τε θεοφιλῆ τοῖς σπουδαίοις παρέχουσιν· οὐ μὴν τέχνην διδάσκουσι λογικὴν πρὸς τὸ δύνασθαι ἀπαντᾶν τοῖς βουλομένοις τῇ ἀληθείᾳ προσπολεμεῖν. Σφόδρα δὲ καταπολεμοῦνται οἱ πολέμιοι, ὅταν τοῖς αὐτῶν ὅπλοις χρώμεθα κατ' αὐτῶν· τοῦτο δὲ οὐκ ἐνῆν ὑπάρξειν τοῖς Χριστιανίζουσι, δι' ὧν οἱ Ἀπολινάριοι ἔγραψαν. Τοῦτο καὶ ὁ βασιλεὺς Ἰουλιανὸς σκοπήσας, νόμῳ τοὺς Χριστιανοὺς ἀπέτρεπε τὰ Ἑλλήνων παιδεύεσθαι· εὖ γὰρ ἠπίστατο, ὡς οἱ μῦθοι εὐδιάβολον αὐτοῦ τὴν δόξαν ποιήσουσιν. Ὧν καὶ καταγνοὺς Σωκράτης, ὁ παρ' αὐτοῖς κορυφαιότατος φιλόσοφος, ὡς παραχαράσσων τὰ παρ' αὐτοῖς δαιμόνια κατεκρίθη. Ἄλλως τε παρεγγυῶσιν ἡμῖν ὅ τε Χριστὸς καὶ ὁ τούτου ἀπόστολος, «Γίνεσθε τραπεζίται δόκιμοι» ὥστε «τὰ πάντα δοκιμάζειν, τὸ καλὸν κατέχοντας·» προσέχειν δὲ, «μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης.» Τοῦτο δὲ οὐκ ἂν πεισόμεθα, εἰ μὴ ὅπλα τῶν πολεμίων κτησαίμεθα, καὶ ἐν τῷ κτᾶσθαι μὴ τὰ τῶν πολεμίων φρονῶμεν, ἀλλὰ τὸ μὲν κακὸν ἐκτρεπόμεθα, τὸ δὲ καλὸν καὶ τὴν ἀλήθειαν ἔχοντες, πάντα προσλαμβάνομεν δοκιμάζοντες· τὸ γὰρ καλὸν, ἔνθα ἂν ᾖ, ἴδιον τῆς ἀληθείας ἐστίν. Εἰ δέ τις ἡμᾶς βιαίως ταῦτα λέγειν νομίζει, σκοπησάτω ὅτι ὁ ἀπόστολος οὐ μόνον οὐ κωλύει μανθάνειν Ἑλληνικὴν παίδευσιν, ἀλλὰ γὰρ φαίνεται καὶ αὐτὸς μὴ ἀμελήσας αὐτῆς, ἕνεκεν τοῦ γνῶναι πολλὰ τῶν εἰρημένων τοῖς Ἕλλησιν. Ἐπεὶ πόθεν ὁρμώμενος ἔλεγε, «Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαὶ,» εἰ μὴ τοὺς Ἐπιμενίδου τοῦ Κρητὸς, ἄνδρος τελεστοῦ, ἀνεγνώκει χρησμούς; ἢ πόθεν ἐγνώκει τὸ, «Τοῦ γὰρ καὶ γένος ἐσμὲν,» εἰ μὴ τὰ «Φαινόμενα» τοῦ ἀστρονόμου Ἀράτου ἠπίστατο; ἀλλὰ καὶ τὸ, «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ,» δείκνυσι μὴ ἀνήκοον τῶν Εὐριπίδου δραμάτων τυγχάνοντα. Καὶ τί δεῖ περὶ τούτων μηκύνειν τὸν λόγον; καὶ ἀνέκαθεν, ὡς ἔκ τινος μὴ κεκωλυμένης συνηθείας, οἱ κατὰ τὰς ἐκκλησίας διδάσκαλοι δείκνυνται ἄχρι γήρως τὰ Ἑλλήνων ἀσκούμενοι· τοῦτο μὲν, εὐγλωττίας χάριν καὶ γυμνασίας τοῦ νοῦ· τοῦτο δὲ, καὶ πρὸς τὴν αὐτῶν ἐκείνων κατάγνωσιν, περὶ ὧν ἀπεσφάλησαν. Ταῦτα μὲν οὖν ἕνεκεν τῶν Ἀπολιναρίων ὡς οἷόν τε εἰρήσθω. 3.17 Ὡς ὁ βασιλεὺς εἰς Πέρσας μέλλων ἐλαύνειν καὶ ἐν Ἀντιοχείᾳ γενόμενος, ὑπ' αὐτῶν σκωφθεὶς τὸν Μισοπώγωνα λόγον προσεφώνησε. Ὁ μέντοι βασιλεὺς, πλεῖστα ἐκ τῶν Χριστιανῶν κομισάμενος χρήματα, ἐπὶ Πέρσας τε τὴν σπουδὴν ποιούμενος, τὴν ἐν Συρίᾳ καταλαμβάνει Ἀντιόχειαν. Ἐν ᾗ γενόμενος, τὸ προσόν τε αὐτῷ φιλότιμον καὶ Ἀντιοχεῦσιν ἐπιδεῖξαι βουλόμενος, τὰς τιμὰς τῶν ὠνίων πλέον ἢ ἔδει εἰς ἔλαττον κατεβίβασε, μὴ στοχασάμενος τοῦ καιροῦ, μηδὲ λογισάμενος ὡς παρουσία πολυπληθίας στρατοπέδου τοῖς τε ἐπαρχιώταις ἐξ ἀνάγκης ζημία γίνεται, καὶ τὴν ἀφθονίαν ἐκκόπτει τῶν πόλεων. ∆ιόπερ οἱ μεταβολεῖς καὶ οἱ τῶν ὠνίων κάπηλοι, μὴ ἐνεγκόντες τὴν ἐκ τοῦ βασιλικοῦ προστάγματος ζημίαν, τῆς ἐμπορίας τότε ἀπέσχοντο. Ἐκ δὲ τοῦτο τὰ ὤνια ἀπελείπετο· καὶ τὴν προσβολὴν μὴ ἐνεγκόντες οἱ Ἀντιοχεῖς, -εὐρίπιστοι γὰρ οἱ ἄνθρωποι εἰς ὕβρεις, -μὴ μελλήσαντες, κατὰ τοῦ βασιλέως ἐχώρησαν· κατεβόων τε αὐτοῦ, καὶ ἀπέσκωπτον εἰς τὸν πώγωνα, βαθυγένειος γὰρ ἦν, «κείρειν τε ἔλεγον τοῦτον καὶ σχοινία πλέκειν ἐξ αὐτοῦ· τὸ νόμισμά τε αὐτοῦ ταῦρον ἔχειν, καὶ τὸν κόσμον ἀνατετράφθαι.» Ὢν γὰρ δὴ ὁ