πολυλοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος καὶ συντάξαντος αὐτὸν τοῦ Ῥοδίου νοταρίου ὄντος τοῦ Σαμωνᾶ. ἐλθὼν δὲ ὁ βασιλεὺς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, εὕρας αὐτὸν ἐν ᾧ ηὔχετο τόπῳ, εἰς τὸ μιτατώριον, καὶ ἦρεν αὐτὸν καὶ ἀναγνοὺς ἐν μεγάλῃ θλίψει ἦν, ζητῶν τὸν τοῦτον ποιήσαντα. γέγονε δὲ καὶ ἔκλειψις σελήνης, καὶ διωρίσατο ὁ βασιλεὺς τοῖς οὖσι τότε ἀστρονόμοις εἰπεῖν τὸ ἀποτέλεσμα. εἰσερχομένου δὲ πρὸς τὸν βασιλέα φίλου ὄντος τοῦ Σαμωνᾶ Παντολέοντος μητροπολίτου, ἠρώτησεν αὐτὸν Σαμωνᾶς "εἰς τίνα ἐστὶν ἡ κάκωσις;" ἔφη αὐτὸς "εἰς σέ. καὶ ἐὰν διέλθῃς Ἰουνίου τὰς τρισκαίδεκα, ἔκτοτε οὐδὲν πείσῃ κακόν." τὸν δὲ βασιλέα εἶπον εἰς τὸν δεύτερον ἔχειν κάκωσιν τὴν σελήνην. ὁ δὲ βασιλεὺς ὑπέλαβεν τοῦτο εἰς Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφόν. μετὰ τοῦτο δὲ ἰδίως Τζιρήδων τῷ βασιλεῖ ἐξεῖπεν "ὁ Σαμωνᾶς τὸ πιττάκιον ἐποίησεν." καὶ παρευθὺ καταβιβάζει Σαμωνᾶν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀποκείρει μοναχόν, καὶ ἀπάγει εἰς τὴν μονὴν Εὐθυμίου πατριάρχου, καὶ μετὰ ταῦτα πάλιν λοιδορηθέντα ἀπήγαγον εἰς τὴν τοῦ Μαρτινάκη μονήν. ἐποίησεν δὲ Κωνσταντῖνον παρακοιμώμενον, καὶ ἔκτισεν αὐτῷ μονὴν ἐν Ὁσίαις. καὶ ἀπῆλθον ἅμα Εὐθυμίῳ πατριάρχῃ καὶ ἀνεκαίνισαν ταύτην. 285 Ὀκτωβρίῳ δὲ μηνὶ γέγονε πόλεμος ναυτικὸς Ἱμερίῳ λογοθέτῃ μετὰ ∆αμιανοῦ καὶ Λέοντος τῶν Ἀγαρηνῶν, στρατηγοῦ ὄντος Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ἡττήθη δὲ Ἱμέριος καὶ μόλις διεσώθη σχεδὸν πάντων ἐκεῖ κινδυνευσάντων. ἤρξατο δὲ νοσηλεύεσθαι Λέων ὁ βασιλεὺς κοιλιακῷ νοσήματι, ὥστε μὴ δυνηθῆναι ἐξελθεῖν ἐν τῇ Μαναύρᾳ τὴν δημηγορίαν διαλαλῆσαι ἐν τῇ ἀρχῇ τῶν νηστειῶν. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὰ κηρουλάρια τῆς μεγάλης ἐκκλησίας, καέντων τῶν χαρτοθεσίων πάντων καὶ τῆς σακέλλης. Μαΐῳ δὲ ἑνδεκάτῃ τελευτᾷ Λέων ὁ βασιλεὺς προχειρισάμενος Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφόν· ὃν ἰδών, ὥς φασι, εἰσερχόμενον πρὸς αὐτὸν ἔφη "ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς τρισκαίδεκα μῆνας," πολλὰ ἐκλιπαρήσας καὶ δεηθεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Ἀλέξανδρος. Ἀλέξανδρος ἐβασίλευσεν ἔτος ἓν ἡμέρας κθʹ σὺν Κωνσταντίνῳ υἱῷ Λέοντος. ἀποστείλας δὲ ἤγαγεν Νικόλαον ἐκ Γαλακρινῶν, καταγαγὼν Εὐθύμιον πατριάρχην, καὶ ἐνεθρόνισεν τὸ δεύτερον αὐτοῦ Νικόλαον. ἐποίησε δὲ σελέντιον καὶ σύνοδον Ἀλέξανδρος ἐν τῇ Μαναύρᾳ, ἀγαγὼν Εὐθύμιον ἀπὸ 286 τῶν Ἀγαθοῦ, καὶ συγκαθίσας ἅμα Νικολάῳ πατριάρχῃ, ἐποιήσαντο τὴν κατ' αὐτοῦ καθαίρεσιν, ἀτίμως ἀποτίλλοντες τοῦ ἱεροπρεποῦς καὶ ἀξιαγάστου ἀνδρὸς τὴν τιμίαν γενειάδα, καὶ ἄλλας τινὰς ὕβρεις καὶ ποινὰς αὐτῷ ἐπιφέροντες. ἃς ἡσύχως καὶ πράως ὑπέμεινεν ὁ τίμιος καὶ ἱερὸς ἀνήρ· ἔνθα καὶ εἰς τὰ Ἀγαθοῦ τελευτήσας κατατίθεται ἐν τῇ αὐτῇ μονῇ, ἐν τῇ πόλει τῶν Ψαμαθίου. ὁ οὖν Ἀλέξανδρος διὰ τὰς ὑπονοίας, ἃς ὁ ἀδελφὸς αὐτοῦ Λέων ἔτι ζῶν εἶχε κατ' αὐτοῦ, ἀεὶ τοῖς κυνηγεσίοις καὶ τοῖς ἔξω παλατίοις ἐσχόλαζεν, μηδὲν βασιλέως ἔργον διαπραττόμενος, ἀλλὰ διάγων ἐν τρυφαῖς ἀσωτίαις καὶ μέθαις, καὶ περὶ ταῦτα ἀεὶ διακείμενος. ὅθεν παρευθὺ Ἰαννῆν παπᾶν, τὸν ἐπίκλην Λαζάρην, ῥαίκτωρα πεποίηκεν, ὃς καὶ κακὰ τὸ ζῆν ἀπέρρηξεν μετὰ θάνατον Ἀλεξάνδρου. ὡσαύτως οὖν φασὶν καὶ Γαβριλόπουλον καὶ Βασιλίτζην ἀπὸ τοῦ Σκλαβίνων ἔθνους σφοδρῶς κατεπλούτισεν ἐκ τῶν τοῦ παλατίου χρημάτων. ὥς φασιν δέ, αὐτὸν Βασίλειον καὶ βασιλέα ἠβούλετο ποιῆσαι ὡς ἄπαις αὐτὸς ὤν, καὶ Κωνσταντῖνον υἱὸν Λέοντος εὐνοῦχον ποιῆσαι· ὃ καὶ πολλάκις βουλευθεὶς διεσκεδάσθη παρὰ τῶν ὑπὸ τοῦ Λέοντος εὐεργετηθέντων, ποτὲ μὲν ὡς νήπιον ὑποβαλόντων, ποτὲ δὲ ὡς ἀσθενοῦντα. 287 Ἐπὶ τούτου ἐφάνη ἀστὴρ κομήτης ἐκ δύσεως ἐπὶ ἡμέρας δεκαπέντε, ὃν ἔλεγον ξιφίαν καλεῖσθαι καὶ αἱματεκχυσίαν ἐν τῇ πόλει ἐργάσασθαι. Οὗτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδοτο, οἳ καὶ πεπείκασιν αὐτὸν ὡς τὸ τοῦ συάγρου στοιχεῖον τὸ ἐν τῷ ἱππικῷ σοὶ καὶ τῇ σῇ ζωῇ προσανάκειται, χοιρόβιον τὸν ἀνόητον ὑπεμφαίνοντες. ὁ δὲ τούτοις ἀπατηθεὶς αἰδοῖα καὶ ὀδόντας τῷ χοίρῳ