92
Κύριος μετὰ τοῦ πνεύματός σου· καταλάβοι σε ἡ εὐχὴ τοῦ μακαρίου πατρὸς ἡμῶν καὶ τῶν ὁσίων ἀδελφῶν, προηγουμένως ἡ πρεσβεία τῆς ἁγίας Θεοτόκου σὺν πᾶσι τοῖς ἁγίοις. Μιμνήσκου μου τοῦ σοῦ ἁμαρτωλοῦ πατρός. 80 {1Τιμοθέῳ τέκνῳ}1 Ὦ καλὲ Τιμόθεε, πάντοτέ σε οἶδα φιλόθεον, φιλοπάτορα, εὔνουν, σύμψυχον, ἄδολον, οἰκοῦρον, εὐσυμπάθητον πρὸς τὸν μακάριον πατέρα ἡμῶν, πρός με τὸν ἁμαρτωλόν, πρὸς τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον. δεῖξον οὖν τὸ παρὸν ἔργα δυνάμεώς σου, φιλίας, εὐπιστίας, θεοσεβείας, θεοζηλίας. τί ταῦτα; ἵνα μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδ' ὁπωσοῦν λαμβάνων ἄνεσιν ἕως ἂν καταλάβῃς τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον. συμπόνησον αὐτῷ, τέκνον μου ἠγαπημένον, συνάθλησον, σφράγισον τὰ παρελθόντα τοῖς ἤδη φθάσασιν· οὕτω γὰρ εὐαρεστήσεις Κυρίῳ, οὕτω κἀμὲ τὸν ἁμαρτωλὸν θεραπεύσεις, μόνον εὐσκόπως καὶ τετηρημένως ἀπιὼν καὶ καταλαμβάνων αὐτόν, διδοὺς καὶ τὰ γράμματά μου. Εὔχου μοι ἀεί, τέκνον ποθεινόν. 81 {1Ἀνατολίῳ καὶ Σαββατίῳ τέκνοισ}1 Τρίτην ταύτην ἐπιστολὴν ὑμῶν ἐδεξάμην, ἐπιπόθητά μου τέκνα καὶ λίαν ἠγαπημένα, ἀφ' ἧς πολλὴν ὑμῶν κατέμαθον τὴν ἀγαθὴν πρὸς θεὸν διάθεσιν καὶ τὴν πρός με τὸν ἁμαρτωλὸν σχέσιν· τὸ γὰρ πυκνοτέρως γράφειν καὶ γνωρίζειν τὰ οἰκεῖα, καὶ μὴν καὶ τῶν ἀδελφῶν τῶν ἐν τοῖς αὐτόθι διεσπαρμένων ποῦ καὶ πῶς αὐτοὺς καθέζεσθαι, ὅπερ ἐδήλου ἡ προγενεστέρα συλλαβή, ἀπόδειξιν ἔχει τῆς θερμῆς ὑμῶν φιλοπατορίας καὶ τῆς διακαοῦς θεοζηλίας. ἐν αἷς φυλαχθείητέ μοι ὦ καλοὶ παῖδες, θέρμην ἐκ θέρμης προσλαμβάνοντες καὶ ζωπυρούμενοι τῷ πνεύματι εἰς πᾶν ἔργον ἀγαθόν. ὑπομονῆς ὁ καιρός, ἀδελφοί, κακοπαθείας· ὡς στρατιῶται Χριστοῦ ταλαιπωρήσατε. οὐκ ἄξια τὰ παθήματα πρὸς τὴν μέλλουσαν δόξαν, ὑπὲρ ἧς πολλὰ ἐνιδρώσαντες ἐπέτυχον οἱ πατέρες ἡμῶν τῶν στεφάνων; Οἴδατε τοῦτο, ὅτι Νεκτάριος ὁ ἀρχαῖος προδότης ἀπεστάτησεν, χεῖρον τοῦ Ἰούδα πράττων· ὅτι ὁ μὲν ἔξαρνος γενόμενος καὶ προδοὺς τὸν κύριον τῆς δόξης ἀπήγξατο μεταμελείᾳ, ὁ δὲ αὐτομόλως καὶ τὸν Χριστὸν ἠθέτησεν διὰ τῆς ἀρνήσεως τῆς ἁγίας αὐτοῦ εἰκόνος καὶ ἀμεταμελήτως μετὰ τῆς οἰκείας ψυχῆς ἀπώλλυ καὶ ἄλλων πολλῶν, ἀπαιτῶν τὰ τῆς ἀσεβείας χειρόγραφα. καί γε Ὀρέστης λειποτακτήσας ἐκ τῶν ἑπτὰ διὰ τὰ μυσαρὰ πάθη ἀπέδωκεν ἑαυτὸν τῷ βαλανείῳ τῆς ἀποστασίας. ∆ιό, τέκνα μου, φυλαττοίμεθα· ἀσεβῶν γὰρ καταπιπτόντων οἱ δίκαιοι, φησίν, ἔμφοβοι ἔσονται. προσέχετε ἑαυτοῖς, παρακαλῶ, καὶ μὴ δῶτε τόπον τῷ διαβόλῳ, ἀλλ' ἔστω ὁ φόβος τοῦ θεοῦ φρουρῶν ὑμᾶς ἐν πᾶσιν. ζηλῶ ἐφ' ὑμᾶς τοῦ εἶναι πεπαιδευμένους, ἀλλὰ βλέπετε ὅτι ἡ γνῶσις φυσιοῖ τοὺς ἀπροσέκτους καὶ ἡ φυσίωσις καταρράσσει. ὑμῖν οὖν καὶ ἡ γνῶσις προστεθείη καὶ ἡ ταπείνωσις ὑψωθείη. Μεθορίζουσίν με ἐκ τῆς Μετώπης εἰς Βονήτης τὸ κάστρον, εἰς Ἀνατολικούς. καὶ χαίρω λίαν, ὅτι διὰ τὸν Κύριόν μου καὶ θεὸν μεταβιβάζομαι. εὔχεσθε ὑπὲρ ἐμοῦ, τέκνα μου, ἵνα σῴζωμαι, παρακαλῶ. ὀρέγοιτε χεῖρα τοῖς ἀδελφοῖς ὑμῶν καὶ μάλιστα τοῖς δέκα λόγῳ, ἔργῳ, κατὰ τὸ δυνατόν, ἵνα ἀναπληροῦντες ἦτε τὸ ὑστέρημά μου. Οἱ ἀδελφοὶ ὑμῶν Ὑπάτιος καὶ Νικόλαος θερμῶς προσαγορεύουσιν. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. 82 {1Πέτρῳ Νικαίασ}1 Πολλάκις προθέμενος ἐπιστεῖλαι τῇ ἐμοὶ ποθητῇ καὶ πατρικῇ ἁγιωσύνῃ σου ἐκωλύθην ὑπὸ τῶν ἁμαρτιῶν μου (οὐ γὰρ ἂν ἄλλο τι αἰτιάσομαι μέχρι τοῦ δεῦρο), νῦν δὲ ἐπιτυχὼν καιροῦ καὶ γραμματηφόρου ἡδέως ἤδη προσφθέγγομαι καὶ προσαγορεύω τὴν ἐμοὶ σεβασμίαν καὶ ἱερὰν κεφαλήν· εἰ γὰρ καὶ τὰ μάλιστα ἅπας ἐναθλῶν ὑπὲρ εὐσεβείας ἐραστὸς τῇ ἐμῇ οἰκτρότητι, ἀλλ' ὅμως ἐξαίρετόν μοί τι σέβας ἐπὶ τῇ σῇ πατρότητι πρόσεστιν. ἐπεὶ γὰρ φιλοῦμαι ἀναξίως παρ' αὐτῆς, οὐκ ἀπεικότως καὶ φιλῶ παρὰ τοὺς πολλούς. ὅτι δὲ στέργομαι, δεῖγμα μέγιστον τὸ ἐν καιρῷ τῆς τῶν πραγμάτων κωδωνίσεως ὡς εἴς τι χρήσιμον ὄντα με τὸ κοινῇ συμφέρον ἐκθειάζεσθαι πρὸς αὐτῆς καὶ ἐπαινεῖσθαι, καὶ ταῦτα οὐκ ἰδίᾳ πως καὶ ἐν