1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

92

τι χάσμα τῆς τάφρου ὀρυττομένης ἡ γῆ ἀνῆκεν, τοῦ τόπου ἀνύδρου ὄντος, καὶ εἰς πᾶσαν χρείαν τοῖς τε ζώοις καὶ τῷ στρατῷ γέγονεν. τῇ δὲ ἐπιούσῃ ὁ λαὸς πρὸς πραῖδαν ἐχώρει. ὁ δὲ στρατηγὸς τούτους ᾐκίσατο λέγων πρὸς αὐτοὺς τάδε· "τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ἄδικόν ἐστιν ἐν παντὶ καιρῷ, καὶ μάλιστα ἐν τοῖς κινδύνοις. ἐγὼ γὰρ ἐκείνῳ μόνον τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ταύτην ὑμᾶς ἀπεβίβασα, ὅπως τῇ δικαιοσύνῃ καὶ ἀγαθοεργίᾳ τόν τε θεὸν θεραπεύσωμεν καὶ τοὺς Λίβυας πρὸς ἡμᾶς ἐπισπασώμεθα. αὕτη δὲ ὑμῶν ἡ ἀκράτεια εἰς τοὐναντίον ἡμῖν μεταβήσεται, καὶ τοὺς Λίβυας συμμαχεῖν τοῖς Οὐανδήλοις παρασκευάσει. ἀλλὰ πειθόμενοι τῷ ἐμῷ λόγῳ, ὠνούμενοι τὰς τροφὰς κομίζεσθε, καὶ μήτε ἄδικοι δόξητε εἶναι, μήτε τὴν φιλίαν τῶν Λιβύων εἰς ἔχθραν μεταβάλητε, 191 καὶ τὸν θεὸν ἀναπαύσητε. παύσασθε τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, καὶ κέρδος ἀποσείσασθε κινδύνων μεστόν." ἀποστείλας τε Βελισάριος ἐπὶ Σύλλεκτον τὴν πόλιν στρατὸν ταύτην ἀπονητὶ παρέλαβεν. ἐν νυκτὶ γὰρ πρὸς αὐτὴν ἀφικόμενοι, σὺν ταῖς εἰσιούσαις ἁμάξαις τῶν ἀγροίκων εἰσελθόντες ταύτην ἔσχον. καὶ ἐπειδὴ ἡμέρα ἐγένετο, τόν τε ἱερέα καὶ τοὺς ταύτης πρώτους λαβόντες πρὸς τὸν στρατηγὸν ἔπεμψαν. τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ἵππους. συνελήφθη δὲ καὶ ὁ τὰς βασιλικὰς ἀποκρίσεις ποιῶν βεριδάριος. Βελισάριος δὲ διακοσμήσας τὸ στράτευμα ἐπὶ Καρχηδόνα ἐβάδιζεν. Ἰωάννῃ δὲ τῷ Ἀρμενίῳ τριακοσίους ἐπιλέκτους παραδοὺς παρήγγειλε παρακολουθεῖν τε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι. εἰς δὲ Σύλλεκτον τὴν πόλιν ἀφικόμενος ἀγαθότητι καὶ γλυκολογίᾳ τούτους ἀνεκτήσατο, ὥστε τοὺς λοιποὺς καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιήσασθαι, οὔτε ὑποχωρούντων, οὔτε κρυπτομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ὑπηρετούντων. ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες ἡμέραν ἑκάστην ἄχρι Καρχηδόνος διετέλεσαν. οὕτως δὲ διὰ τῆς Λεπτῆς πόλεως καὶ Ἀδραμούτου εἰς Χράσιν τὸ χωρίον ἀφίκοντο, ὀκτὼ καὶ τριακοσίους σταδίους Καρχηδόνος ἀπέχον, ἔνθα ἦν καὶ βασίλεια τῶν Οὐανδήλων καὶ παράδεισοι κάλλιστοι καὶ κρῆναι διειδέσταται καὶ ὀπωρῶν παντοδαπῶν πλῆθος ἄπειρον· ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο, καὶ τῶν καρπῶν ὡραίων ὄντων καὶ πάντων ἀπολαυόντων, αἴσθησις οὐ γέγονε ἐλαττουμένης ταύτης. ὁ δὲ Γελίμερ ἀκούσας παρεῖναι τοὺς Ῥωμαίους γράφει εἰς Καρχηδόνα πρὸς τὸν ἀδελφὸν Ἀματᾶν, Ἰλδέριχον μὲν καὶ ἄλλους ὅσους ἔχει συγγενεῖς αὐτοῦ ἐν φυλακῇ ἀποκτεῖναι, αὐτὸν δὲ καὶ τοὺς Οὐανδήλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν, ἐξοπλίσαι πρὸς πόλεμον. ὁ δὲ Ἀματᾶς τὰ κελευσθέντα αὐτῷ ἐποίησεν. Βελισάριος δὲ Ἀρχελάῳ τῷ ὑπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλε πλησιάσαι τῇ 192 Καρχηδόνι καὶ μὴ εἰσβαλεῖν πρὸς αὐτήν, ἄχρις ἂν αὐτοὺς κελεύσῃ. αὐτὸς δὲ εἰς ∆έκιμον ἀφίκετο ἀπέχον Καρχηδόνος σταδίους ἑβδομήκοντα. ὁ δὲ Γελίμερ τὸν ἀνεψιὸν Κιβαμοῦνδον ἐκέλευσεν ἅμα δισχιλίων κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀματᾶς μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ ὄπισθεν, Κιβαμοῦνδος δὲ ἐκ τῶν ἀριστερὰ χωρίων εἰς ταὐτὸ τὴν κύκλωσιν τῶν πολεμίων ποιήσωνται. Βελισάριος δὲ τὸν μὲν Ἰωάννην, ὡς προέφην, προάγειν ἐκέλευσεν, Μασσαγέτας δὲ ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι. Ἀματᾶς δὲ οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ πλῆθος τῶν Οὐανδήλων ἐν Καρχηδόνι ἀπέλιπεν, καὶ ὡς τάχιστα εἰς τὸ ∆έκιμον ἀφίκετο σὺν ὀλίγοις, καὶ οὐδ' αὐτοῖς συνειλεγμένοις. συναντήσας δὲ τῷ Ἰωάννῃ εἰς χεῖρας ἦλθεν, καὶ κτείνεται ὑπὸ Ἰωάννου, καὶ τρέπονται οἱ σὺν αὐτῷ φεύγοντες ἀκρατῶς, καὶ ἀνεσόβουν πάντας τοὺς ἐκ Καρχηδόνος εἰς ∆έκιμον ἰόντας, οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι. Ἰωάννης δὲ καὶ οἱ σὺν αὐτῷ οὓς * ἔσφαζον ἕως τῶν πυλῶν Καρχηδόνος τοσούτους, ὥστε εἰκάζειν τοὺς ὁρῶντας δισμυρίων πολεμίων τὸ ἔργον