Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἐπηγγέλλετο, τὴν ἀνθρώπου φύσιν ἀνακομίσαντα πάλιν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς. Καινὴ κτίσις τὰ ἐν Χριστῷ, κατὰ τὰς Γραφάς. ∆ιακομισταὶ δὲ τῶν εἰς ἡμᾶς ἀγαθῶν λόγων γεγόνασιν οἱ μακάριοι προφῆται, Ὑπὲρ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα καὶ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας, οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτά. Γράφει γὰρ οὕτως τοῦ Σωτῆρος ὁ μαθητής. Καὶ πολὺς μὲν ὁ παρ' αὐτοῖς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως λόγος, καὶ ὅτι κατὰ καιροὺς ἀφίξεται λυτρωτής. Πρὸς εὐμάθειαν δὲ τῶν ἐντευξομένων ὀλίγα περ ἐνεγκεῖν τὸ λυποῦν οὐδέν. Ἐπίκλημα δὲ τοῖς Ἰουδαίων δήμοις τὸ χρῆμα ποιεῖσθαι πρέποι ἂν, ὡς ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν. Καίτοι γὰρ ἐνὸν ἐκ προφητικῶν τοῦ Σωτῆρος καταθρῆσαι λόγων τὴν ἄφιξιν, μᾶλλον δὲ τάχα που καὶ συνιέντες οἱ τάλανες καὶ ἐξ αὐτῆς τῆς ἐν νόμῳ σκιᾶς, ἀντεφέροντο δυστρόπως τοῖς θεόθεν κεχρησμῳδημένοις, καὶ αὐτῷ τῷ Χριστῷ, ἢ καὶ ὅπερ ἔφη Παῦλος ἡμῖν ὁ σοφός· Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, μηδὲ συνιῶσι. Καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἔφη τοίνυν, μᾶλλον δὲ καὶ αὐτὸν ἡμῖν εἰσκεκόμικε τὸν Ἐμμανουὴλ ἐν ἰδίαις συγγραφαῖς ὁ θεσπέσιος Ἡσαΐας λέγοντα σαφῶς· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Ταῦτα γὰρ γέγονε τὰ λαμπρὰ τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα. Ὠσηὲ δὲ πάλιν ἔφη που περὶ αὐτοῦ· Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραήλ. Πλεῖστοι μὲν γὰρ ὅσοι κατὰ καιροὺς οἱ παρὰ τοῖς 69.265 Ἰουδαίοις καθηγηταὶ μόνοις τιμᾷν τοῖς χείλεσι ἀνα πείθοντες τὸν τῶν ὅλων Θεὸν, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων τοὺς ὑπὸ χεῖρα λαούς. Μία δὲ ἡ κατὰ πάντων τε καὶ ἐπὶ πάντας ἀρχὴ τέθειται Χριστὸς, καὶ ἀνέβημεν ἐκ τῆς γῆς, τουτέστι, τὰ ἄνω φρονεῖν δεδιδάγμεθα. Μεγάλη γὰρ ἀληθῶς ἡ ἡμέρα τοῦ Ἰεζραὴλ, τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι τοῦ Υἱοῦ. Ταύτης δὲ ἡμῖν τῆς ἡμέρας διεμέμνητο λέγων καὶ ὁ θεσπέσιος ∆αβίδ· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Καὶ προσέτι Παῦλος ἡμῖν ὁ σοφώτατος· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡ ἡμέρα σωτηρίας, καθ' ἣν δηλονότι καὶ σεσώσμεθα, Χριστοῦ καλοῦντος εἰς τοῦτο. Ὡς γὰρ ὁ σοφὸς εἴρηκε μαθητής· Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Πεύσῃ δὲ λέγοντος καὶ Ἱερεμίου σαφῶς· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν· βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθότως. Καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδὲκ, ἐν τοῖς προφήταις. Βεβασίλευκε γὰρ ἐφ' ἡμᾶς δίκαιος βασιλεὺς ὁ Χριστὸς, κρῖμα πεποίηκε καὶ δικαιοσύνην, ἀπαλλάξας ἁμαρτιῶν τοὺς ἠπατημένους, καὶ καταδικάσας τὸν ἐχθρὸν τοῦ πλεονεκτήσαντος Σατανᾶ. Τοὔνομα δὲ αὐτῷ Ἰωσεδὲκ, τουτέστι, δικαιοσύνη Θεοῦ. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Θεὸς καὶ Πατήρ· Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθήσεται. Ἔλεος γὰρ καὶ δικαιοσύνη γέγονεν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, ὃν αὐτῷ δὴ τούτῳ τῷ ὀνόματι καὶ ὁ λαμπρὸς τῶν ἁγίων ἀπεκάλει χορός. Ὁ μὲν γὰρ μακάριος Σαμουὴλ, ὁ διαβόητος ἐν προφήταις, προσελάλει τοῖς ἐξ Ἰσραὴλ, λέγων· Καὶ ἰδοὺ, ἐγὼ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης. Ἰδοὺ ἐγὼ, ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον Κυρίου, καὶ ἐνώπιον Χριστοῦ αὐτοῦ. Καὶ