παρ' οἷς καὶ ἀλοητὸς τέκνων ἐγένετο, ἐπιθεμένου τοῖς πλουσίοις τοῦ δήμου. εἰ καὶ αὖ πάλιν οἱ πλούσιοι καταπίστωσιν ἐποίησαν τῶν δημοτῶν οἳ γέργηθες ἐκαλοῦντο, καὶ καῦσιν εὐέξαπτον διὰ τὴν πίσσαν. ὅτε φασὶ καὶ ἐλαία ἱερὰ ἐξανήφθη αὐτόματος. καὶ τὸ θεῖον ἐνεμέσησεν αὐτοῖς ἐν χρησμῷ, ὑπέρ τε τοῦ τῶν γεργήθων φόνου καὶ τοῦ πισσηροῦ μόρου καὶ τοῦ ἀειθαλοῦς δενδρέου. Ἔνθα ὅρα τὸ δενδρέου, σύνηθες ὂν τοῖς ποιηταῖς. οὗ ἡ εὐθεῖα, τὸ δένδρεον ἀναντιῤῥήτως. τὸ δέ γε πληθυντικὸν τὰ δένδρεα, διχόθεν πρόεισιν. οὐ μόνον γὰρ ἐκ τρισυλλάβου τοῦ δένδρεον τὸ τοιοῦτον πληθυντικὸν δοκεῖ φύεσθαι, ἀλλὰ καὶ ἀπὸ δισυλλάβου εὐθείας τῆς δένδρος ὡς βέλος. διὸ καὶ ὡς βέλεα βέλη, οὕτω καὶ δένδρεα δένδρη παρὰ τῷ Ἀθηναίῳ ἐν τῷ, τὰ δὲ δένδρη τἀν τοῖς ὄρεσι, χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις, καὶ ἑξῆς. (ῃερς. 46.) Ὅτι ἐν τῷ, κακόν μοι ἔμπεσεν οἴκω δοιὰ, οἱ μὲν, τὸ δοιὰ, ἐπίῤῥημα νοοῦσιν, ἀντὶ τοῦ διχῶς, τὸ μὲν, πατέρα ἐσθλὸν ἀπώλεσα. ὅς ποτ' ἐν ὑμῖν τοῖσδεσσι βασίλευε, πατὴρ δ' ὣς ἤπιος ἦεν. νῦν δ' αὖ, καὶ πολὺ μεῖζον. ἡ τῆς μητρὸς δηλονότι βία καὶ τὰ ἑπόμενα ταύτῃ κακά. ἕτεροι δὲ, ἐπιδιόρθωσιν φασὶ τὸ δοιά. εἰπὼν γὰρ κακὸν ἑνικῶς, εἶτα ἐπιλογισάμενος ὡς οὐχ' ἕν ἐστι τὸ κακὸν, ἐπιδιορθοῦται. εἰπών. καὶ τί λέγω κακόν; οὐχ ἕν μοι ἐστὶ τὸ κακὸν, ἀλλὰ δύο. πατρὸς ἀπώλεια καὶ βία κατὰ μητρός. (ῃερς. 48.) Ἐν τούτοις δὲ ὅρα οἷόν τε τὸν κυρίως βασιλέα εἶναι χρή. ὅτι δηλαδὴ πατέρα ὥσπερ τῶν ἀρχομένων, καὶ μὴ κατὰ τὸν Ἔχετον, βασιλέα βροτῶν δηλήμονα πάντων. καὶ ὅπως ὑψοῖ ὁ ῥήτωρ Τηλέμαχος τὸ κατὰ τοὺς μνηστῆρας κακὸν, καὶ μεῖζον αὐτὸ λέγει τοῦ κατὰ τὸν πατέρα. καὶ οὐχ' ἁπλῶς μεῖζον, ἀλλὰ καὶ πολὺ μεῖζον. οὐκ ἀληθεύων, ἀλλὰ ῥητορικῶς τὸν λόγον ὑψῶν. διὸ καὶ πάλιν ὁ Ἀντίνοος ὑψαγόρην αὐτὸν ἐρεῖ ὡς μεγαληγοροῦντα ἐν μὴ τοιούτοις. αἰτίαν δὲ ἐρεῖ τοῦ πολὺ μεῖζον εἰπεῖν αὐτὸ, ταύτην. ὃ δή φησι τάχα ἤτοι ταχέως οἶκον ἅπαντα πάγχυ διαῤῥαίσει. βίοτον δ' ἀπὸ πάμπαν ὀλέσσει. χείρω γὰρ ταῦτα δοκεῖ τοῦ κατὰ τὸν Ὀδυσσέα, παρόσον εἰ καὶ μὴ πατέρα. τὰ τοῦ πατρὸς γοῦν ἔχει ἐξ ὧν αὐτῷ ἡ πατρικὴ μνήμη ἐζωπυρεῖτο. νῦν δὲ, καὶ αὐτὰ οἰχήσονται. Ὅρα δ' ἐν τούτοις καὶ τὸ, οἶκον ἅπαντα. καὶ τὸ, πάγχυ τουτέστι πάνυ διαῤῥαίσει. καὶ τὸ, ἀπὸ πάμπαν ὀλέσει. αὐξητικὰ ὄντα καὶ κατασκευαστικὰ τοῦ, πολὺ μεῖζον. Ὅρα δὲ καὶ τὰ ἐν σκυθρωπότητι λόγου ὑπομειδιῶντα πάρισα, τὸ διαῤῥαίσει, καὶ ὀλέσσει. (ῃερς. 49.) Τὸ δὲ τοῖσδεσσιν, Ἰωνικόν. τῇ μὲν προφορᾷ, ἐοικὸς μεταπλασμῷ. τῷ δὲ κατ' ἀρχὴν περισπωμένῳ τόνῳ, πλεονασμὸν δηλοῦν τῆς τελευταίας συλλαβῆς. Σημείωσαι δὲ εἰς τὸ, πατὴρ ὣς ἤπιος ἦν, καὶ τὸ τοῦ Ἡροδότου, τὸ, Καμβύσης μὲν δεσπότης, Κύρος δὲ, πατήρ. ὁ μὲν, ὅτι χαλεπὸς ἦν καὶ ὀλίγωρος. ὁ δὲ, ὅτι ἤπιος καὶ 1.82 ἀγαθὰ σφίσιν ἐμηχανίσατο, ἤτοι τοῖς Πέρσαις. Ὅρα δὲ καὶ τὸ πάμπαν συσταλὲν ὡς τὸ ἄγαν καὶ λίαν. καὶ καινὸν οὐδὲν, εἴγε καὶ τὸ ἅπαν, ὄνομα ὂν, Ἴωνες συστέλλουσι καὶ ὁ ποιητής. οἷον. τῶν δ' ἅπαν ἐπλήσθη πεδίον. Ἀττικοὶ δὲ κατὰ Αἴλιον ∆ιονύσιον, ἐκτείνουσι τὴν ὑστέραν τοῦ ἅπαν. ἕτερος δὲ ῥήτωρ ἐν οἰκείῳ λεξικῷ, γράφει ὅτι ὁ λόγος βραχύνειν ἀξιοῖ τὸ ἅπαν. τὰ γὰρ παρασχηματιζόμενα τοῖς εἰς ˉαˉς οὐδέτερα, βραχύνονται. οἷον. μέλαν. τάλαν. οὕτως οὖν καὶ ἅπαν. εἰ δὲ ταῦτα, πολλῷ πλέον τὸ πάμπαν ἐπίῤῥημα συσταλήσεται. (ῃερς. 50.) Ὅτι καὶ ἐν τῷ μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι, ψεύδεταί πως ὁ Τηλέμαχος. οὐ γὰρ πάντες οἱ μνηστῆρες, Ἰθακήσιοι, ἀλλὰ δώδεκα μόνοι. σκοπὸς δὲ τῷ ῥήτορι, τούτους παῦσαι. ὡς συγκαταλυθησομένων αὐτοῖς καὶ τῶν λοιπῶν. υἱοὶ γάρ εἰσιν ἀνδρῶν, οἳ ἐνθάδε φησὶν ἄριστοι. ὧν Ἀντίνοος καὶ Εὐρύμαχος, ἀρετῇ ἔξοχ' ἄριστοι καὶ εὐέλπιδες τὴν Πηνελόπην γῆμαι. Τὸ δὲ ἐπέχραον, ἀντὶ τοῦ ἐν χρῶ ἐγένοντο. ἐπέπεσον. ἐβάρυναν. ἐκ τούτου δὲ καὶ τὸ χραῦσαι πλεονασμῷ τοῦ ˉυ. ἤδη δὲ καὶ ὁ ζαχρῃής. ἐκ τούτου καὶ παρ' Ἡροδότῳ καὶ τὸ, ἐνέχραεν ἐς τὸ πρόσωπον τὸ σκῆπτρον, ἤγουν ἔπληξε τῷ σκήπτρῳ. (ῃερς. 52.) Ὅτι ἐν τῷ ἀπεῤῥίγασιν ὃ δηλοῖ τὸ δειλιῶσι καὶ φρίσσουσι, περιττὴ ἡ ἀπˉο. ὡς καὶ ἐν