1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

93

ἅλωσιν, ὥστε αὐτὸν κατὰ τὸ 201 ιβʹ ἔτος αὐτῆς ἀποθανεῖν. ὅπως δὲ εἰς Ἰταλίαν ἐλθὼν ἐκράτησε Λατίνων καὶ περὶ τῶν μετ' αὐτὸν βασιλευσάντων ιβʹ βασιλέων ἐν ἔτει υʹ ἕως Ῥω μύλου τοῦ κτίστου Ῥώμης, εὑρήσεις ἐν τοῖς κατὰ Ῥωμύλον χρόνοις. Αἰνείας μετὰ τὴν ἅλωσιν Τροίας Λατίνων ἐβασίλευσεν ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτμʹ.

ΣΠΟΡΑ∆ΗΝ Καρχηδόνα φησὶ Φίλιστος κτισθῆναι ὑπὸ Ἀζώρου καὶ Καρχηδόνος τῶν Τυρίων. Κατὰ τοῦτον τὸν χρόνον Ἡρακλῆς τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα ἔθηκεν, ἀφ' οὗ ἐπὶ πρώτην ὀλυμπιάδα υοʹ ἔτη, κατὰ δὲ ἄλλους υλʹ. Ἀδμάτα θυγάτηρ Εὐρυσθέως ἐν Ἄργει ἱεράτευσεν ἔτη ληʹ. αἱ δ' ἀπὸ ταύτης τὴν ἱερωσύνην διαδεξάμεναι Φαλίδες ἐκαλοῦντο. Πρίαμος υἱὸς Λαομέδοντος μετὰ τὸν πατέρα Τροίας καὶ Ἰλίου ἐβα σίλευσε. τούτου παῖς Ἀλέξανδρος ὁ καὶ Πάρις. Ἀμαζόνες κατὰ Ἀθηναίων ἐστράτευσαν. Κάπρου Καλυδωνίου θήρα διὰ Μελεάγρου. Μενέλαος Λακεδαίμονος ἐβασίλευσεν. Ἀμαζόνες Πριάμῳ συνεμάχησαν. Ἴλιον ἥλω τῷ φθινοπώρῳ πρὸ ιζʹ ἡμερῶν τῆς χειμερινῆς τροπῆς. Λυδοὶ οἱ καὶ Μαίονες ἐθαλασσοκράτησαν ἔτη ζβʹ πρῶτοι.

ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων ιʹ ἐβασίλευσε Θησεὺς Αἰγέως ἔτη λαʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος δσξζʹ. Θησεὺς Ἑλένην ἥρπασεν, ἣν αὖθις ἀπέλαβον οἱ ἀδελφοὶ αὐτῆς Κάστωρ καὶ Πολυδεύκης, τὴν μητέρα Θησέως αἰχμαλωτίσαντες ἀποδημοῦντος τοῦ Θησέως. 202 Θησεὺς Ἀθηναίους κατὰ χώραν διεσπαρμένους εἰς ἓν συναγαγὼν ἤτοι εἰς μίαν πόλιν, πρῶτος ἐξωστρακίσθη, αὐτὸς πρῶτος θεὶς τὸν νόμον. Θησεὺς ἔφυγεν ἀπὸ Ἀθηνῶν. Ἀθηναίων ιαʹ ἐβασίλευσε Μενεσθεὺς Πετεῶ τοῦ Ὀρνέως τοῦ Ἐρεχθέως ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δςζηʹ. Ἐπὶ τούτου ὁ Τρωικὸς πόλεμος συνέστη ἕνεκα μήλου χρυσοῦ, ὃ κάλλους ἔπαθλον ἦν γυναικῶν τριῶν, ὑπὸ μιᾶς αὐτῶν προτεθείσης Ἑλένης τῷ κριτῇ. βουκόλος δ' οὗτος ἦν Ἰλιεύς, ὡς ἡ κωμῳδία. Μενεσθεὺς οὗτος Ἕλλησι κατὰ τῶν Τρώων συνεμάχησε. Τούτου τῷ λγʹ ἔτει Ἴλιον ἥλω· ἐπανιὼν δὲ ἀπὸ Τροίας ἐν Μήλῳ τῇ νήσῳ τελευτᾷ. Ἀθηναίων ιβʹ ἐβασίλευσε ∆ημοφῶν Θησέως ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτλαʹ. Ἐπὶ τούτου τὰ περὶ Ὀδυσσέα καὶ Ὀρέστην. Αἰνείας τε ἐβασίλευσε Λαβινίου. Τὰ κατὰ Ὀδυσσέα καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ Σειρῆνας. Ἀθηναίων ιγʹ ἐβασίλευσεν Ὀξύντης ∆ημοφῶντος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτνδʹ. Ἀθηναίων ιδʹ ἐβασίλευσεν Ἀφίδας ἔτος ἕν· τοῦ δὲ κόσμου ἦν ἔτος δτξδʹ. ΣΠΟΡΑ∆ΗΝ Ἡσίοδός τε ἐγνωρίζετο, ὃν Ἔφορος ἀνεψιὸν καὶ σύγχρονον Ὁμήρου φησί.

ΚΟΣΜΟΥ ΕΤΗ Σαμψὼν ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. τοῦ δὲ κόσμου ἔτη δςζʹ. Τῷ

Ἰσραὴλ καταπονουμένῳ καὶ πρὸς θεὸν ἐπιστρέψαντι δίδοται Σαμ ψὼν τῷ Μανωὲ ἐκ φυλῆς ∆άν, ἀγγέλου χρηματίσαντος τῇ μητρὶ στείρᾳ 203 οὔσῃ, ὃς γεννηθεὶς καὶ τραφεὶς ἐρᾷ γυναικὸς ἐν Θαμναθὰ ἀλλογενοῦς. κατιὼν δὲ πρὸς μνηστείαν αὐτῆς σὺν τοῖς γονεῦσι λέοντα χερσὶ διασπᾷ, οὗ τῷ προβλήματι τριάκοντα στολὰς ἀλλοφύλοις ἐν συμποσίῳ καταδι κάζεται δοῦναι, γυναικὸς ἀπατηθείς, ἃς καὶ ἀποδούς, ἀνελὼν λʹ ἀλλο φύλους εἰς Ἀσκάλωνα ἀνεχώρησεν ὀργιζόμενος. ἀλλόφυλοι δὲ τὴν αὐτὴν γυναῖκα τῷ ἀντεραστῇ παρέσχον. ὁ δὲ τὰς ἀλώπεκας θηράσας καὶ κέρκον πρὸς κέρκον δήσας τάς τε ἀρούρας καὶ τοὺς ἀμπελῶνας αὐτῶν ἐνεπύρισεν, ἡνίκα ἀλλόφυλοι κατὰ τοῦ Ἰσραὴλ ἀνελθόντες ἔλαβον δέσμιον καλωδίοις, ὃς τὰ καλώδια περιρρήξας ὄνου γνάθῳ χιλίους αὐτῶν ἀνεῖλε καὶ δίψει περικαεὶς εὐχῇ τῇ πρὸς θεὸν πηγὴν ὕδατος τὸν τῆς σιαγόνος ὅλμον. ἄλλῃ δὲ φιλωθεὶς ἐν Γάζῃ ἔνδοθεν ἐδόκει φρουρεῖσθαι περικλεισάντων αὐτῷ τὰς θύρας τῆς πόλεως τῶν ἀλλοφύλων, ἃς περὶ μέσας νύκτας ἀναλαβὼν ὤμοις σὺν μοχλοῖς καὶ σταθμοῖς ἐπὶ τὴν κορυφὴν τοῦ