93
ἐλογισάμην αἴτιος ὑμῖν πλειόνων γενέσθαι πόνων, ἐπὶ τῆς Θρᾴκης μένων, ἐπὶ τῆς σημαίας τῆς ἐμῆς τοὺς τοῦ βασιλέως ὅρκους ἀναθεὶς, οὓς ἐπὶ ταῖς συνθήκαις ὀμώμοκεν ἐμοὶ, τῆς πρὸς ὑμᾶς φερούσης ἡψάμην, ὡς ὅπου περ ἂν ἐντύχω μαχούμενος ὑμῖν· ὃ δὴ καὶ ὑμεῖς εἰδότες ἤδη, παρασκευάσασθε πρὸς μάχην.» τοιαῦτα μὲν ἐδήλου τὰ γράμματα· οἱ δ' ἐπεὶ 1.262 ἔγνωσαν ἀδύνατοι εἶναι ἀντιπαρατάξασθαι πρὸς μάχην, ἐπύθοντο δὲ, μέχρι Ξανθείας βασιλέα ἐφθακέναι, οὐκ ἐδόκει λυσιτελεῖν ἐπὶ τῆς αὐτῆς μένειν στρατοπεδείας, ἀλλ' ἄραντες ἐκεῖθεν, ἦλθον εἰς Φερὰς, ἅμα μὲν καὶ διὰ τὸ τὴν πόλιν ὀχυρὰν εἶναι καρτερωτάτων τειχῶν περιβολαῖς καὶ ἀφθονίαν τῶν ἐπιτηδείων δυναμένην χορηγεῖν τῇ στρατιᾷ τοσαύτῃ οὔσῃ, ἅμα δὲ ἐλπίσαντες, καὶ βασιλέα, ἂν αὐτοὺς πύθηται ὥσπερ στρατοπέδῳ τῇ Φεραίων χρωμένους καὶ ἀφθονίαν ἔχοντας σίτου, ὥσπερ ἀποδειλιάσαντα τὸ ἐξ ὀχυροῦ αὐτοὺς ὁρμᾶσθαι στρατοπέδου, πρὸς Χριστούπολιν μενεῖν. βασιλεὺς δὲ ὡς ἐγένετο ἐν Χριστουπόλει, ἐπεὶ ἐπύθετο αὐτοὺς ἀφιγμένους εἰς Φερὰς, ᾔει καὶ αὐτὸς αὐτῶν κατόπιν καὶ ἐστρατοπέδευσεν ἐν πολιχνίῳ τινὶ Ζίχνα προσαγορευομένῳ, ἐγγὺς Φερῶν. οἱ δὲ Ζίχνιοι καὶ πρότερον μὲν ἀφεστηκότες ἤδη ταῖς γνώμαις πρὸς βασιλέα τὸν νέον, Ἀλεξίου Τζαμπλάκωνος τοῦ μεγάλου παπίου ἐνάγοντος πρὸς τοῦτο, ἐκ Χριστουπόλεως κρύφα πρὸς αὐτὸν διαλεγομένου, τότε δὲ οὐκ ἐν ἐλπίσιν, ἀλλ' ἐν βεβαίῳ ἤδη τὴν βοήθειαν ὁρῶντες, ἀπέστησαν ἀναφανδὸν, καὶ βασιλεῖ προσεχώρησαν τῷ νέῳ καὶ τὸ πόλισμα ἐνεχείρισαν. στρατοπεδεύσας δὲ ὁ βασιλεὺς ἐν Ζίχνα ἡμέρας δύο, ὡς ἂν ἔκ τε τῶν τῆς ὁδοιπορίας πόνων καὶ τῶν ὑετῶν καὶ τῶν χειμώνων ἡ στρατιὰ ἀνακτήσηται ἑαυτήν· ἦν γὰρ δὴ κατὰ μῆνα Ἰανουάριον ἡ τοῦ χειμῶνος ὥρα· τῇ τρίτῃ 1.263 ἅμα ἕῳ ὁπλίζεσθαι τὴν στρατιὰν τῇ σάλπιγγι ἐκέλευσε σημῆναι. ἐπεὶ δὲ περιέθεντο τὰ ὅπλα, ταξάμενοι ὡς ἐς μάχην, ᾔεσαν εὐκόσμως ἅμα καὶ μετὰ σιγῆς. ὡς δὲ ἐγένοντο ἐγγὺς Φερῶν, διαβάντες ποτάμιόν τι λεγόμενον Λιβοβιστὸν, ἔστησαν παρατεταγμένοι ὡς τοῖς ἐναντίοις συμβαλοῦντες. καὶ διημερεύσαντες ἐκεῖ, ἐπεὶ οὐδεὶς αὐτοῖς ἀντεπεξῆλθεν, ἐστρατοπεδεύσαντό τε καὶ διενυκτέρευσαν ἐκεῖ. οἱ δὲ τῆς ἑσπερίου στρατιᾶς ἡγεμόνες ἐκκλησιάσαντες τῆς αὐτῆς νυκτὸς ἅμα Χρέλῃ, τῷ τῶν συμμάχων Τριβαλῶν στρατηγῷ, ἐβουλεύοντο, εἰ δέοι μάχεσθαι βασιλεῖ· καὶ ἔδοξεν ἀλυσιτελὲς καὶ Ῥωμαίοις καὶ τοῖς συμμάχοις. ἡ γὰρ εὐταξία καὶ ἡ σιωπὴ καὶ ἡ καρτερία τῆς βασιλέως στρατιᾶς δέος αὐτοῖς οὐ μετρίως ἐνεποίει, ὡς οὐκ ἂν αὐτοῖς οὕτως ὁρμὴ παρέστη δαιμονία πλείοσί τε μάχεσθαι ἑαυτῶν καὶ παρὰ πόλει τῇ σφετέρᾳ στρατοπεδευομένοις, εἰ μὴ πρότερον οὕτω παρεσκεύασαν ἑαυτοὺς, ὡς ἢ νικήσοντες μαχόμενοι ἢ πεσούμενοι παρὰ τὴν μάχην. ἔδοξε δὲ αὐτοῖς λυσιτελεῖν, τειχήρη κατέχοντας τὴν στρατιὰν, φρουρεῖν τὴν πόλιν καὶ ὑπομένειν τὴν πολιορκίαν, ὡς τοῦ βασιλέως οὐ περιμενοῦντος ἐνταυθοῖ, ἀλλ' ἐπαναστρέψοντος ταχέως. ἅμα δὲ ἕῳ εἰς τὴν ὑστεραίαν ὁ βασιλεὺς τὴν στρατιὰν ὡπλισμένην παρατάξας ὡς ἐς μάχην, ἄχρι μεσεμβρίας ἔμεινε πρὸ τῶν τειχῶν, ἐλπίζων ἐς μάχην προκαλέσασθαι τοὺς ἔνδον. ὡς δὲ οὐδεὶς αὐτοῖς ἀντεπεξίοι, τὸν Λουκᾶν Γεώργιον πέπομφε πρὸς αὐτοὺς ὁ βασιλεὺς, ἐκ τῶν οἰκετῶν μὲν ὄντα τῶν αὐτοῦ, συνετὸν δὲ ἄλλως καὶ πρὸς πρεσβείας ἔχοντα ἐπιτηδείως. ὃν γενόμενον πρὸς ταῖς 1.264 πύλαις οἱ μὲν δεῖν ἔφασαν δέχεσθαι εἰς τὴν πόλιν, οἱ δὲ ἀντέλεγον. ἐπεὶ δὲ καὶ ὁ τῶν Τριβαλῶν στρατηγὸς ὁ Χρέλης τῶν ἀξιούντων ἦν δέχεσθαι τὸν βασιλέως πρεσβευτὴν, εἰσεδέξαντο αὐτὸν, τοῦ μὴ δοκεῖν ἐξεπίτηδες τὸν σύμμαχον ἀνιᾷν. γενόμενος δὲ πρὸς αὐτοὺς ὁ Λουκᾶς, πάντας προσηγόρευεν ἐκ βασιλέως· ἔλεγέ τε πρὸς αὐτοὺς, ὡς «βασιλεὺς ὁ ἐμὸς δεσπότης πολλὴν ὑμῶν ἀναλγησίαν κατεγνωκὼς, ὅτι χειμῶνος ὥρᾳ ἐν ἡμέραις ἤδη δυσὶ πρὸς ταῖς πύλαις ἑστηκὼς ὑμῶν, καὶ πολλὴν, ὡς εἰκὸς ἐν ὥρᾳ τοιαύτῃ, ταλαιπορίαν ὑπὸ κρύους ὑπομένων, οὐδεμιᾶς ἠξίωται προνοίας παρ' ὑμῶν, ἔπεμψεν ἐμὲ τὴν μικρολογίαν ὑμῖν ὀνειδιοῦντα καὶ ἅμα ἀξιώσοντα, ἢ βασιλέα τὸν ἐμὸν δεσπότην ἐντὸς τειχῶν