93
στρατεύματος. καὶ οἱ αγγελοι τοῦτο τὸν Κῦρον ἐδίδασκον, καὶ ος ἐκέλευσεν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας. καὶ οἱ ̔Υρκάνιοι ταῦτα ἐνωτισάμενοι παρῆσαν εὐθύς, τὰς δεξιὰς ωσπερ ειρητο ἀνατείνοντες. δεξιωσάμενος δὲ αὐτούς "ειπατέ μοι" φησί, "πόσον ἀπέχει ἐνθένδε ενθα αἱ ἀρχαὶ τῶν πολεμίων εἰσὶ καὶ τὸ ἀθρόον αὐτῶν;" οἱ δ' εφασαν ὀλίγῳ πλέον η παρασάγγην. ἡγεῖσθαι ουν τοὺς ̔Υρκανίους ἐπέταττε. καὶ οἱ μὲν ἡγοῦντο, αὐτὸς δὲ σὺν τοῖς Πέρσαις τὸ μέσον εχων ἐπορεύετο, τοὺς δὲ ἱππεῖς ἑκατέρωθεν εταξεν. ἐπεὶ δὲ φάος ἐγένετο καὶ εγνων τὰ δρώμενα οἱ πολέμιοι, οὐδεὶς ἐμάχετο, ἀλλ' οἱ μὲν εφευγον, οἱ δὲ καὶ ἀμαχεὶ ἀπώλλυντο. 1.234 Κροῖσος δὲ ὁ Λυδῶν βασιλεὺς τὰς γυναῖκας σὺν ταῖς ἁρμαμάξαις νυκτὸς προέπεμψεν, ὡς ῥᾷον κατὰ ψῦχος πορεύοιντο, θέρος γὰρ ην, καὶ αὐτὸς τοὺς ἱππεῖς εχων ἐπηκολούθει. καὶ τὸν τῆς παρ' ̔Ελλήσποντον αρχοντα Φρυγίας τὰ αὐτὰ ποιῆσαί φασιν. ὡς δ' οἱ φεύγοντες αὐτοὺς κατελάμβανον, καὶ τὸ γινόμενον εγνων, εφευγον καὶ αὐτοί. τὸν δὲ τῶν Καππαδοκῶν βασιλέα ετι ἐγγὺς οντα κατακαίνουσιν οἱ ̔Υρκάνιοι. καὶ οἱ μὲν αλλοι ἐδίωκον, ὁ δὲ Κῦρος τοὺς σὺν αὐτῷ περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ κτείνειν μὲν τοὺς ἐξιόντας σὺν οπλοις, τοῖς δὲ μένουσιν ἐκήρυξεν ἀποφέρειν τὰ οπλα συνδεδεμένα, τοὺς δ' ιππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· τὸν δὲ μὴ ουτω ποιοῦντα τῆς κεφαλῆς στερεῖσθαι. οἱ μὲν δὴ τὰ οπλα εχοντες ἐρρίπτουν ἀποφέροντες εἰς εν χωρίον, καὶ ταῦτα οἱ τεταγμένοι κατέκαιον. ὁ δὲ Κῦρος ἐννοήσας ὡς ηλθον ουτε σῖτα ουτε ποτὰ εχοντες, ἐκήρυξε τοὺς τῶν σκηνῶν ἐπιτρόπους παρεῖναι πάντας, καὶ ὡς παρῆσαν "αγετε, ω ανδρες" εφη, "διπλάσια ἐν ἑκάστῃ σκηνῇ σῖτα παρασκευάσατε η τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις αὐτῶν καθ' ἡμέραν ἐποιεῖτε." καὶ οἱ μὲν ὡς παρηγγέλθησαν επραττον. τῶν δὲ Μήδων τινὲς οἱ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες μεστὰς ων δεῖται στρατιὰ προσήλαυνον, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων προσῆγον, καὶ ἐπιδεικνύντες Κύρῳ α ηγον πάλιν ἀπήλαυνον. ὁ δὲ Κῦρος ἐπὶ τούτοις ἐδάκνετο καὶ κατεμέμφετο ἑαυτοῦ, καὶ συγκαλέσας τοὺς ταξιάρχας συνεβούλευεν ἱππικὸν καὶ τοὺς Πέρσας κτήσασθαι, ινα τούτῳ τοὺς ἱππότας διώκοιεν καὶ τοὺς 1.235 φεύγοντας καταλαμβάνοιεν· καὶ οἱ αλλοι συνῄνεσαν. ηδη δ' ὑπερμεσούσης ἡμέρας προσήλαυνον οἱ ἱππεῖς οἱ Μῆδοι καὶ ̔Υρκάνιοι ιππους τε αγοντες αἰχμαλώτους καὶ ανδρας. τοῖς μὲν ουν αἰχμαλώτοις ἀνδράσιν "απιτε" ειπε "τήν τε χώραν ὑμῶν ἐργαζόμενοι καὶ τὰς οἰκίας οἰκοῦντες καὶ γυναιξὶ ταῖς ὑμετέραις συνοικοῦντες καὶ παίδων τῶν ὑμετέρων ἀπολαύοντες, καὶ τοῖς αλλοις δὲ διαγγέλλετε ταῦτα· εν γάρ τι καινὸν εσται ὑμῖν οτι οὐχ ὁ αὐτὸς ὑμῶν αρξει οσπερ καὶ πρότερον, τὰ δ' αλλα τὰ αὐτὰ εσται πάντα ὑμῖν." οἱ μὲν ουν προσκυνοῦντες ἀπῄεσαν· ὁ δὲ Κῦρος "ωρα δή," εφη "ω Μῆδοί τε καὶ ̓Αρμένιοι, δειπνεῖν· παρεσκεύασται δὲ ὑμῖν δεῖπνα ὡς ἡμεῖς, ω βέλτιστοι, ἠδυνάμεθα. καὶ ὑμεῖς δέ, ω ̔Υρκάνιοι" εφη, "διαγάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν αρχοντας ἐπὶ τὰς μεγίστας, τοὺς δ' αλλους ὡς αν δοκῇ κάλλιστα εχειν, καὶ αὐτοὶ δὲ δειπνεῖτε· σῷαι γὰρ ὑμῖν αἱ σκηναὶ καὶ ἀκέραιοι." καὶ οἱ μὲν ἐποίουν ὡς ἐκελεύσθησαν· ὁ δὲ Κῦρος πολλοὺς τῶν Περσῶν διέπεμψε κύκλῳ τηρεῖν τὸ στρατόπεδον, ινα ει τίς τε εξωθεν προσίοι, μὴ λάθοι, καὶ ει τις τῶν ἐντὸς ἀποδιδράσκοι, ἁλώσοιτο. καὶ οἱ μὲν Πέρσαι ουτω διῆγον. τῇ δ' ἑξῆς ἡμέρᾳ τὰ λάφυρα τοῖς στρατιώταις διανεμηθῆναι προσέταξε, τοὺς δ' ιππους τοῖς Πέρσαις δοθῆναι, ινα ἱππεῖς καὶ αὐτοὶ εσοιντο. καί "τῷ Κυαξάρῃ δὲ ἐκλέξασθε" εφη "ὁποῖα οιδατε κεχαρισμένα αὐτῷ· Πέρσαις δέ" εφη "τοῖς μετ' ἐμοῦ οσα αν περισσὰ γένηται, ταῦτα ἀρκέσει· οὐ γὰρ ἡμεῖς ἐν χλιδῇ τεθράμμεθα, ωστε ισως αν καταγελάσαιτε ἡμῶν, ει τι σεμνὸν ἡμῖν περιθείητε· ωσπερ οιδ' οτι πολὺν ὑμῖν γέλωτα παρέξομεν καὶ ἐπὶ τῶν ιππων καθήμενοι, οιμαι δὲ καὶ ἐπὶ τῆς γῆς καταπίπτοντες." καὶ 1.236 τοὺς ταξιάρχας καλέσας τοὺς ιππους λαμβάνειν ἐκέλευσε καὶ κληρωσαμένους ισους λαμβάνειν ἑκάστους. ̓Εν τούτῳ δὲ