93
Ιλιον-. Τὸ Β μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Βηθλεεμμίτησ. ἀπὸ Βηθλεέμ. Βηθύλοσ. ειδος ὀρνέου. Βηλόσ. ὁ τῆς θύρας βαθμός. παρὰ τὸ βήσω. ο ἐπιβαίνουσιν οἱ εἰσιόντες. λέγεται καὶ τὸ ἱστίον ̔Ρωμαϊστί. βηλὸς καὶ ὁ οὐρανός. beta.386 Βημάρχιοσ. Καισαρεὺς ἐκ Καππαδοκίας σοφιστής. ουτος εγραψε τὰς Κωνσταντίνου τοῦ βασιλέως πράξεις ἐν βιβλίοις δέκα, μελέτας τὲ καὶ λόγους διαφόρους. Βήξ. ἡ περὶ τὴν φάραγγα νόσος. Βήρυλλοσ. ειδος λίθου. Βῆροσ. ονομα κύριον. Βηρύτιοσ. ὁ ἀπὸ πόλεως Βηρυτοῦ, ητις κτίσμα Κρόνου. ἐκλήθη δὲ Βηρυτὸς διὰ τὸ ενυδρον· βὴρ γὰρ τὸ φρέαρ παρ' ̓Αττικοῖς. Βητάρμων. ὁ ὀρχηστής. παρὰ τὸ βαίνειν μετὰ ἁρμονίας βηάρμων καὶ πλεονασμῷ τοῦ ˉτ βητάρμων. λέγεται καὶ βήταρμος ἐνόπλιος ορχησις ἐκ τοῦ ἁρμός. Βησᾶσ. ἀχανὴς καὶ ὑπόμωρος. οιον· βησᾶς εστηκε. Βήτειοσ. πίναξ. (Θηλυκόν.) Βηθανία. πόλις. ἑρμηνεύεται δὲ οικος ὑπακοῆς. Βιθυνία δὲ ˉι. Βηθσαϊδά· Βηθφαγή. ονομα τόπων η πόλεων. καὶ Βηθσουρός. Βηρίνη. ονομα κύριον. Βηρυτόσ. πόλις Φοινίκης. ἐκλήθη δὲ Βηρυτὸς διὰ τὸ ενυδρον· βὴρ γὰρ παρ' αὐτοῖς τὸ φρέαρ. Βησσηΐσ. δῆμος τῆς ̓Αντιοχίδος. Βῆσσα. πόλις. Βῆσσα. ὁ βάσιμος τόπος καὶ κοῖλος καὶ ὑψηλός. παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆσσα κατὰ πλεονασμὸν ἑτέρου ς. δι' ων βαίνειν καὶ πορεύεσθαι ενεστι. beta.387 Βῆ. τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς. ὁ δὲ λοίσθιος ωσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει. Βῆμα. λίθος τοῦ δικαστηρίου, καὶ ἡ δικαστικὴ τράπεζα. παρὰ τὸ βῶ τὸ βαίνω. Βήρ. τὸ φρέαρ, παρὰ Φοίνιξι. Βηρούνιον. ονομα πόλεως. Βηρίον. ενδυμα μοναχικόν. Βησσήεντα. βάσιμα. Βήσιον. ποτήριον. Βῆτα. τὸ στοιχεῖον· οτι δευτέραν τάξιν εχον ἐπιβέβηκε τῶν λοιπῶν. Βῆμα. παρὰ τὸ βῶ τὸ βαίνω, ὁ μέλλων βήσω, ὁ παρακείμενος βέβηκα, ὁ παθητικὸς βέβημαι, καὶ ἐξ αὐτοῦ βῆμα. ( ̔Ρῆμα.) Βήσεται. πορεύσεται. Βήσεαι. πορεύσῃ. Βῆ. ἐπορεύθη. Τὸ Β μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Βίβλινοσ. οινος αὐστηρὸς, ἀπὸ βιβλίνης ουτω καλουμένης Θρακίας ἀμπέλου. οιον· υδωρ δὲ πίνει, τὸν δὲ βίβλινον στυγεῖ. Βιβλιαφόροσ. γραμματοφόρος. ὁ δὲ πέμπει βιβλιαφόρον μὴ θορυβεῖσθαι παρακελευόμενος. καὶ πᾶσα γραφὴ βιβλιαφόρος λέγεται, οὐ βιβλιοφόρος. beta.388 Βιβλιοπώλην, οὐχὶ βιβλιοπῶλον λέγομεν. Θεόπομπος· τοὺς βιβλιοπώλας λεύσομαι. Βιβλογράφος, οὐ βιβλιαγράφοσ. Βικάριοσ. ὁ διάδοχος παρὰ ̔Ρωμαίοις. Βίκοσ. τὸ ἀγγεῖον καὶ τὸ σπέρμα. Βίκτωρ· Βικέντιοσ. ὀνόματα κύρια. Βιτέλλιοσ. βασιλεὺς ̔Ρωμαίων. Βίοσ. ἡ οὐσία τῶν κτημάτων, καὶ τὸ ζῇν καὶ ἡ ζωὴ, η βιωτὴ προσαγορεύεται. παρὰ τὸ μετὰ βίας καὶ ἀνάγκης ζῇν. καὶ Ομηρος· -οιον θεοὶ ῥεῖα ζώοντες οὐχ ουτως ανθρωποι. η παρὰ τὸ βέω τὸ πορεύομαι. τί γάρ ἐστι βίος η ὁδὸς καὶ πορεία; τὸ γὰρ βέω κυρίως τὸ πορεύομαι σημαίνει. οφρ' αν ἐγὼ βέω ποτὶ Ιλιον. Βιόσ. τὸ τόξον. παρὰ τὸ τὴν βίαν τῆς τάσεως, ἐπειδὴ μετὰ βίας τείνεται. η οτι οἱ παλαιοὶ τὰ πρὸς τὸν βίον ἐπορίζοντο δι' αὐτοῦ τὰ πτηνὰ τοξεύοντες. Βιώνησ. ὁ τὰ δημόσια ἀγοράζων, η ὁ τὰ τόξα· βιὸς γὰρ τοῦ τόξου ἡ νευρά. (Θηλυκόν.) Βία. ἡ ἐκ δυναστείας ἀδικία η ὁρμή· η ῥύμη· η δύναμις. ὁ δὲ τῇ βίᾳ τοῦ σώματος ἐξωθεῖ τὰς πύλας εἰς τὸ εσω. Βιαρκέοσ. τῆς εἰς τὸ ζῇν ἐπαρκούσης. Βιοτή. ἡ ζωή. βιωτὴ δὲ ἡ βιώσιμος ἡμέρα· μέγα. Βισαλτία. πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ ̔Ηλίου καὶ Γῆς. περὶ ταύτην οἱ beta.389 λαγωοὶ πάντες ἁλίσκονται δύο ηπατα εχοντες. ὁ πολίτης Βισάλτιος. Βιστωνίοσ. φόρμιγγος. ἀπὸ Βίστωνος τερψιχόρου. φόρμιγξ γὰρ ἡ κιθάρα. (Οὐδέτερον.) Βιβλίον. ἡ ἐπιστολὴ, ἡ γνῶσις αὐτὴ καὶ αληστος μνήμη. *καὶ ὁ ∆αβίδ·* ἐπὶ τῷ βιβλίῳ σοῦ πάντες γραφήσονται. βιβλίον διὰ τοῦ ˉι ἀττικῶς· διὰ δὲ τοῦ ˉυ ἰακῶς. Βιζακίων. μικρῶν λίθων. Βίολα. πέδιλα, ὑποδήματα. Βίῤῥον. ἱμάτιον ῥωμαϊκόν. Βιστάκια. τὰ πιστάκια. Βίσεξτον. ἐπινέμησις τετραετίας. ( ̔Ρῆμα.) Βιβάντα. διαβαίνοντα. Βιβῶντεσ. βαίνοντες. ἀπὸ τοῦ βιβάω βιβῶ, δευτέρας συζυγίας, βιβάοντα βιβῶντα. Βιβάζει. ὀχεύει, συζευγνύει. Βίβημι. τὸ βαίνω. Βιβήξαντεσ. ἐπιβιβάσαντες. Βιμβικίζεται. παρακρούεται. Βινῶ. τὸ συνουσιάζω. οτι οἱ κομίζοντες ηδη τὴν ἡλικίαν, ἀρχὰς εχουσι τοῦ βίου. αλλοι δὲ παρὰ τὸ βύειν