93
εὐεκτούσης καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον ἀγαθὸν ὑψουμένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν καταμαραίνεσθαι. Οὐκ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ ἀτίμων, ὁμοίως καὶ ἀποβλήτων. Ἀκρασία ἐμοὶ πᾶν τὸ περισσὸν, καὶ ὑπὲρ τὴν χρείαν, καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος. Οὐδὲν οὕτως ἐπίμαχόν τε καὶ φιλόνεικον ὡς γαστήρ. Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς σαρκὸς, καὶ δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης; τῇ νόσῳ βοήθησον. Εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν· καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν· καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον. Μὴ γῆ καὶ θάλασσα τὴν ἡμῖν κόπρον δωροφορείτωσαν. Οὕτω γὰρ τιμᾷν οἶδα τρυφήν. Μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει, ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος ἡ τῶν ἐμβαλλομένων διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυσωδίαν ἀλλοιούσης. Ὁ σπόρος τοῦ οἰκοδεσπότου ἐστίν· ἐκ δὲ τοῦ σίτου ὁ ἄρτος γίνεται. Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥίζα τῶν περὶ τὸν βίον πλημμελημάτων ἐστὶν ἡ περὶ τὸν λαιμὸν ἀσχολία; 95.1340 Φαγὼν, καὶ πιὼν, καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ. Ἀπόκρημνος γάρ ἐστιν ὁ τόπος τῆς τρυφῆς. Σύνδρομον ἀεί πώς ἐστι ταῖς τρυφαῖς τὸ φιλήδονον, καθὰ καὶ αὐτός φησιν ὁ Ἰσοκράτης. Πλοῦτος κακίας μᾶλλον ἢ καλοκαγαθίας ἐστὶν ὑπηρέτης. Ἀφεκτέον βρωμάτων, οὐ δι' αὐτὰ, ἀλλὰ διὰ τὰς ὑπ' αὐτῶν βλάβας. Ὁ τῆς γαστριμαργίας λογισμὸς τέλος ἔχει τὸ τῆς πορνείας· τὸ δὲ τῆς πορνείας, τέλος ἔχει τὸ τῆς λύπης. Φάγε τὴν χρείαν· οὐ γὰρ κεκώλυται ἡ μετὰ συμμετρίας μετάληψις. Φάγε οὖν εὐχαρίστως, ἀλλὰ μὴ καταφάγῃς. Οἱ γὰρ καταφαγάδες μεμίσηνται. Πᾶς ἄνθρωπος ἄπληστος καὶ ἀκόρεστος, ἀτιμίαν καὶ πάθη ἐπίσταται διὰ γαστριμαργίας. Οὐκ ἀγαθὸν ἀνθρώπῳ γνωστικῷ τε καὶ σώφρονι ἑλομένῳ ὑπὲρ τὸ δέον σιτεύεσθαι. Πᾶν τὸ ὑπὲρ τὴν χρείαν, ἀχρεῖον καθίσταται. Οὐκ οἶσθα, ὅτι ὑπὲρ τὸ δέον βεβρωκὼς Ἰσραὴλ, ἀπελάκτισε καθάπερ ἡμίονος, καὶ ἀπέστη τοῦ τρέφοντος; -Μὴ βαρυνέσθω τὸ σῶμα τοῖς ἀμέτροις βρώμασίν τε καὶ πώμασιν, ἵνα μὴ ἐκ πλησμονῆς νοσήματι βλαβῇς, καὶ τὴν ψυχὴν σκοτασμοῖς περιβάλλῃ, καὶ ταῖς τῶν ἡδονῶν φάλαγξιν ἐκπορευθῇς. -Σαυτὸν ὑπὲρ τὸ δέον σιτεύων, λέληθας τὸν ἐχθρόν σου σιτεύων. Οὐκ ἂν δύναιο τῷ κλύδωνι τῶν παθῶν ἀντιστῆναι, πεφορτωμένος τῇ δαψιλείᾳ τῶν τρυφημάτων. -Παραιτεῖσθε δὲ τὸ τρυφᾷν. Ἕλκει γὰρ εἰς πράξεις, ἀφ' ὧν στεναγμοὶ μετὰ τὴν νῆψιν γίνονται. -Εμφυτον τῇ πλησμονῇ ἡ τοῦ ἑτέρου ἐπιθυμία. - ̓Αναγκαῖον λεπτῦναί σε τὸ παχυνθὲν σαρκίον, διότι παχεῖα γαστὴρ λεπτὸν νοῦν οὐ τίκτει, καὶ μάλιστα ὅτι σχολαστικὸς πολλῆς νήψεως δεῖται. -Φιλήδονος καὶ φιλενδείκτης ὑπάρχων, οὐ μακρὰν ἀφέστηκας τῆς ταρταρείας Χαρύβδεως. -Μὴ ἀγνοήσῃς, ὅτι τῆς εὐφραινομένης εὐδαιμονίας οὐδὲν ὑπάρχει κακοδαιμονέστερον. - Ἔργον ἐστὶ τῆς ἀναιδοῦς γαστρὸς κρατῆσαι. Θεός ἐστι τῶν ἡττωμένων αὐτῆς, καὶ οὐκ ἔστιν ἀθωωθῆναι τὸν ἀνεχόμενον ταύτης.
ΤΙΤΛ. Ι∆ʹ. -Περὶ τῶν τὴν ἑαυτῶν γλῶσσαν φυλαττόντων.
Οὐ λαλήσει τὰ χείλη μου τὰ ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Φειδόμενος χειλέων, νοήμων ἔσῃ. Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἀντιλογίαν πραΰνει σιγηρός. Ἀγαπῶν ζωὴν αὑτοῦ, φείδεται στόματος αὑτοῦ. Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη ἄπωσαι ἀπὸ σοῦ. 95.1341 Ἄργυρος πεπυρωμένος, γλῶσσα δικαίου. Μετὰ δικαιοσύνην πάντα τὰ ῥήματα τοῦ στόματός σου. Οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες. Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται αὐτῶν. Ἴασις γλώσσης δένδρον ζωῆς· ὁ δὲ συντηρῶν πλησθήσεται πνεύματος. Κηρία μέλιτος λόγοι καλοὶ, γλύκασμα δὲ αὐτῶν ἴασις