93
Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέσει. Ταχὺ δὲ πάσης ἀπολαύσεως ἐμπλησθεὶς, ἐξύβρισε τῷ κόρῳ, τὸ φανὲν τερπνὸν τοῖς σαρκίνοις ὀφθαλμοῖς τοῦ νοητοῦ προτιμήσας κάλλους, καὶ τὴν πλησμονὴν τῆς σαρκὸς τῶν πνευματικῶν ἀπολαύσεων τιμιωτέραν θέμενος. Ἔξω μὲν εὐθὺς τοῦ παραδείσου, ἔξω δὲ τῆς μακαρίας ἐκείνης διαγωγῆς, οὐκ ἐξ ἀνάγκης κακὸς, ἀλλ' ἐξ ἀβουλίας γενόμενος. Βαρυνομένη γαστὴρ, οὐχ ὅπως πρὸς δρόμον, ἀλλ' οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία. ∆ιότι καταθλιβομένη τῷ πλήθει, οὐδὲ ἠρεμεῖν συγχωρεῖται, ἀλλὰ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ' ἑκάτερα. Γαστὴρ συναλλάκτης ἐστὶν ἀπιστότατος, ταμεῖον ἀφύλακτον· πολλῶν ἀποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παραδοθέντα οὐ διασώζουσα. Μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενος. Τὰ τῶν ἀνθρώπων σώματα, συνεχεῖ μὲν τῷ κόρῳ καταβαρούμενα, εὐκόλως ὑποβρύχια γίνεται· εὐσταλεῖ δὲ καὶ κουφῇ κεχρημένα, καὶ τὸ προσδοκώμενον ἐκ νόσου κακὸν, ὥσπερ χειμῶνος ἐπανάστασιν ὑπεξέφυγεν, καὶ τὸ ἤδη παρὸν ὀχληρὸν ὥσπερ τινὸς σπιλάδος ἐπιδρομὴν διεκρούσατο. Τεσσαράκοντα ἡμερῶν προσεδρίαν νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος Μωϋσέως, ἄχρηστον ἐποίησεν οἰνοφλυγία μία. Ἃς γὰρ νηστεία ἔλαβε πλάκας, δακτύλῳ Θεοῦ γεγραμμένας, ταύτας ἡ μέθη συνέτριψεν, ἀνάξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ Θεοῦ. Ἐν μιᾷ καιροῦ ῥοπῇ, διὰ γαστριμαργίαν ὁ λαὸς ἐκεῖνος, ὁ τὸν Θεὸν διὰ τῶν μεγίστων τεράτων δεδιδαγμένος εἰς τὴν Αἰγυπτίαν εἰδωλομανίαν ἐξεκυλίσθη, παράλληλα θεὶς ἀμφότερα, πῶς ἡ νηστεία Θεῷ προσάγει, καὶ πῶς τρυφὴ τὴν σωτηρίαν προδίδωσι. Λίχνη γαστὴρ ἀεὶ ἀπαιτοῦσα, καὶ μηδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπιλανθανομένη, ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ, ὅταν δὲ διεπνεύσθη, ἐπιλανθάνεται τῶν δογμάτων. Φοβήθητι τὸ ὑπόδειγμα τοῦ πλουσίου. Ἐκεῖνον παρέδωκεν τῷ πυρὶ ἡ διὰ βίου τρυφή. Οὐ γὰρ ἀδικίαν, ἀλλὰ τὸ ἁβροδίαιτον ἐγκληθεὶς ἀπετηγανίζετο ἐν τῇ φλογὶ τῆς καμίνου. 95.1337 Τὸ περὶ τὴν πέψιν πλημμελὲς, τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ. Τοῦτο γὰρ καὶ τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἀπεργάζεται. Ἐκ γὰρ τῆς παχείας τροφῆς, οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν, διακόπτουσι. Κόρος ὕβρεως ἀρχή. Οἱ τραπεζοποιούς τινας ἐπινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλασσαν, καὶ οἷόν τινι χαλεπῷ δεσπότῃ, τῇ γαστρὶ φόρους ἀπάγοντες, ἐλεεινοὶ τῆς ἀσχολίας εἰσί· καὶ τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετριμμένον ἀντλοῦντες πίθον, οὐδὲ πέρας τῶν πόνων ἔχοντες Σώματος εὐπαθοῦντος, καὶ πολυσαρκίᾳ βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν. Ψυχῆς δὲ εὐεκτούσης καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον ἀγαθὸν ὑψουμένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν καταμαραίνεσθαι. Οὐκ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ ἀτίμων, ὁμοίως καὶ ἀποβλήτων. Ἀκρασία ἐμοὶ πᾶν τὸ περισσὸν, καὶ ὑπὲρ τὴν χρείαν, καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος. Οὐδὲν οὕτως ἐπίμαχόν τε καὶ φιλόνεικον ὡς γαστήρ. Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς σαρκὸς, καὶ δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης; τῇ νόσῳ βοήθησον. Εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν· καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν· καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον. Μὴ γῆ καὶ θάλασσα τὴν ἡμῖν κόπρον δωροφορείτωσαν. Οὕτω γὰρ τιμᾷν οἶδα τρυφήν. Μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει, ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος ἡ τῶν ἐμβαλλομένων διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυσωδίαν