1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

93

πρόσωπα αὐτῶν. κρίνεται δὲ ἀσεβείας ὁ τοιοῦτος κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν, ὡς ἔφημεν, ὡς μὴ αἰσχυνθεὶς τὸν ἔντιμον καὶ πλούσιον μηδὲ θαυμά 293 σας τὴν προσοῦσαν αὐτῷ δυναστείαν. 34, κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός. τοῖς δὲ θαυμάζουσι τὰ πρόσωπα τῶν ἐντίμων κενὰ ἀποβήσεται διὰ τὸ μὴ ἐπὶ θεῷ, ἀλλ' ἐπ' ἀνθρώπῳ πεποιθέναι. 34, ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. ἐκκλίνονται τοῦ ἰδίου δικαίου οἱ ἀδύνατοι ὑπὸ τῶν παρανόμως θελόντων χαρίζεσθαι τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν. διὰ τοῦτο γοῦν κενὰ ἀποβήσεται αὐτοῖς, ὅτι πρὸς χάριν ἀνθρώπων παρεῖδον τὸ δίκαιον. 34, 2122 αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράττουσιν, οὐδὲ ἔστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. ἀλλ' ὁ πάντα ὁρῶν ὀφθαλμὸς τοῦ θεοῦ τὰ πάντα βλέπει καὶ οὐκ ἔστι τόπος, εἰς ὃν οὐκ ἀφικνεῖται ἡ πανεποπτικὴ δύναμις τοῦ θεοῦ. 34, 23 ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι. καὶ οὐκ ἐᾷ ὁ θεὸς τοὺς ἁγίους εἰς ἄνδρα τίθεσθαι τὴν ἐλπίδα, ἀλλ' ἐφ' ἑαυτόν, ὅτι οἱ ἄδικοι ἐπ' ἄνθρωπον ἐλπίζουσιν. 34, 2325 ὁ γὰρ κύριος πάντας ἐφορᾷ, ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ὁ γνωρίζων αὐτῶν τὰ ἔργα. πανεπίσκοπος οὖν τυγχάνων ὁ θεὸς καταλαμβάνει μὲν τὰ ἀνεξιχνίαστα, ἐργάζεται δὲ ἔνδοξα καὶ ἐξαίσια καὶ ἀναρίθμητα, πάντα γνω 294 ρίζων τὰ παρὰ ἀνθρώποις πραττόμενα. τὸ καταλαμβάνων οὖν ἐφ' ἑκατέρου κεῖται, ἐπί τε τοῦ ἐξιχνιάζειν καὶ διαπράττεσθαι. 34, 25 καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. ἀντὶ τοῦ· τὴν εὐπραγίαν αὐτῶν εἰς νύκτα μεταθήσει. ἢ καὶ οὕτως· τὰ δοκοῦντα εἶναι δικαιώματα τῶν ἀσεβῶν στρέφων δείκνυσιν εἶναι νύκτα τὴν ἄντοψιν αὐτῶν· διὸ καὶ ταπεινοῖ αὐτούς. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· αὐτοὶ μὲν ὡς ἐκ δικαιωμάτων ποιοῦσί τινα, σκότους δέ ἐστιν ἔργα ἃ διαπράττονται, καὶ ταπεινοῦνται παρὰ θεῷ. 34, 26 ἔσβεσε δὲ ἀσεβεῖς. μετὰ τὸ ἐλεγχθῆναι αὐτοὺς δηλονότι. 34, 26 ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ. ὁρᾷ τοὺς ἀσεβεῖς ὁ θεὸς οὐ κατ' ἐπισκοπήν, ἀλλ' ἐπὶ τῷ αὐτοὺς τιμωρεῖσθαι κατὰ τὸ ἐν Ψαλμοῖς· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι. 34, 2728 ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν τοῦ ἐπαγαγεῖν ἐπ' αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. αἰτίας εἶπεν, δι' ἃς οἱ ἀσεβεῖς κολάζονται. ἐπάγεσθαι δέ φησιν τὴν τῶν πενήτων κραυγὴν εἰς θεόν, ὅτιπερ ἀδικούμενοι εἰς αὐτὸν καταφεύγουσι βοῶντες καὶ τὴν θεόθεν ἐκδίκησιν ἐπικαλούμενοι. 34, 29 καὶ αὐτὸς ἡσυχίαν παρέξεται, καὶ τίς καταδικάσεται; 295 εἰ δὲ καὶ θεὸς ἀνεξικακῶν ἐν ἡσυχίᾳ τέως ἐᾷ τοὺς ἀσεβεῖς εἶναι, τίς δύναται καταδικάσαι, ὃν ὁ θεὸς οὐ κατεδίκασεν; 34, 29 καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; τοῦτο λέγει, ὅτι ἀφανὴς ὢν τὰς κρίσεις ἐκφέρει. 34, 29 καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ. τιμωρεῖται δὲ οὐ μόνον τὸν καθ' ἕκαστον, ἀλλὰ καὶ ἐθνηδὸν ἅπαντας, καθ' οὓς οἶδεν αὐτὸς λόγους τὰς πανωλεθρίας ἐργαζόμενος. 34, 30 βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. καθὼς γέγραπται· καὶ ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ τοῦ θυμοῦ μου. πολλάκις γὰρ τὸν σχήματι φαινόμενον ἀγαθὸν συγχωρεῖ εἰς βασιλέα ἀναγορευθῆναι, ἐφ' ᾧ κακωθῆναι δι' αὐτοῦ τοὺς ὑπηκόους διὰ τὴν αὐτῶν δυσκολίαν καὶ κακοπραγίαν. 34, 3132 ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχυράσω· ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι. ὅσα τοῖς παλαιοτέροις εἰς τὸν τόπον εἴρηται, παραθήσομαι. οἱ μέν φασιν, ὅτι τοῦτο λέγει, ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυροτέρῳ ὅτι· ἀκαίρως εἴληφας τὰ ἐμὰ καὶ οὐκ ἐνεχύρου χάριν ὡς ἐποφειλόμενος, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον, ὅτι εὐλόγως τοῦτο δέδρακας. εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ θρασύνῃ κατὰ θεοῦ; καί φασι μὲν ταύτην εἶναι τὴν ἔννοιαν, ἀσαφίας δὲ πεπληρῶσθαι τὸ ῥητόν. 296 ἕτεροι δὲ οὕτως ἐνόησαν· ὁ πιστεύων, φησίν, οὐ λαμβάνει ἐνέχυρα, ὁ εἰς τὸν θεὸν ἐλπίζων οὐκ ἀπαιτεῖ αὐτὸν ἐνέχυρα, καθὼς οἱ Ἰουδαῖοι ἐνεχυράζοντες ἔφασκον· ποίησον σημεῖον καὶ πιστεύσομέν σοι, ἤ· κατάβηθι ἀπὸ τοῦ σταυροῦ· ἀλλ' ὁ