τῶν μὴ νοησάντων τίνα τρόπον εἶπε· «Πάτερ, εἰ δυνατόν, «παρελθέτω τὸ ποτήριον τοῦτο», ἀλλὰ θαρραλεώτατα ἐπὶ τὸν 32.23.296 ἀγῶνα, ἵν' οὕτως εἴπω, ἀποδυόμενος. νομίζω δὲ καὶ τὸν εἰκοστὸν ἕκτον Ψαλμὸν ἐκ προσώπου τοῦ σωτῆρος προφητεύεσθαι παρὰ τὸν καιρὸν τοῦ πάθους, καὶ τοῦ πονηροῦ πανστρατεὶ ἀγωνιζομένου κατ' αὐτοῦ· οὕστινας ἰδὼν ὁπλιζομένους κατ' αὐτοῦ καὶ κονιομένους, ἡνίκα «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν «ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ» φησίν· «Κύριος φωτισμός μου, καὶ σωτήρ μου κύριος, τίνα φοβηθήσομαι; «κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἐν τῷ «ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλί «βοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐὰν «παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν «ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω». 32.23.297 Πλὴν τὸ λεγόμενον εἴτε τῷ Σατανᾷ εἴτε τῷ Ἰούδᾳ ὑπὸ τοῦ Ἰησοῦ τὸ «Ὃ ποιεῖς, ποίησον τάχιον» οὐδεὶς ἔγνω τῶν ἀνακειμένων 32.23.298 πρὸς τί εἴρηται. οἱ μὲν γὰρ διὰ τὸ ἐπικεῖσθαι τὴν τοῦ πάσχα ἑορ τὴν ᾤοντο λέγειν αὐτὸν τῷ ἔχοντι τὸ γλωσσόκομον τῶν ἀναλω μάτων καὶ τῶν εἰς τὴν χρείαν τῶν πτωχῶν διδομένων ὅτι ὠνήσεται οὗτος ὧν χρῄζομεν εἰς τὴν ἑορτήν, ἢ ἐκ τῶν συναχθέντων δώσει 32.23.299 τοῖς πτωχοῖς. ὁ γὰρ Ἰησοῦς οὐ τοῦτο ἔλεγεν, ἀλλὰ βλέπων καὶ τὸν εἰσελθόντα καὶ τὸν παραδεξάμενον αὐτὸν καὶ πᾶσαν τὴν κατ' αὐτοῦ ἐπιβουλήν, ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενος καὶ ἐπὶ τὸ ἀριστεῦσαι ὑπὲρ σωτηρίας ἀνθρώπων κατὰ τοῦ πονηροῦ εἶπεν τὸ «Ὃ ποιεῖς, ποίησον «τάχιον». 32.24.n Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ. 32.24.300 Ὁ μὲν σωτὴρ ἔλεγεν· «Ὃ ποιεῖς, ποίησον τάχιον» τῷ Ἰούδᾳ· ὁ δὲ προδότης ἐν τούτῳ μόνῳ νῦν τῷ διδασκάλῳ πεί θεται. λαβὼν γὰρ τὸ ψωμίον οὐκ ἐμέλλησεν οὐδὲ ἐβράδυνεν, ἀλλ' ὡς γέγραπται· «Ἐξῆλθεν εὐθύς», ποιῆσαι τάχιον κατὰ τὴν πρόσταξιν 32.24.301 τοῦ Ἰησοῦ τὸ τῆς προδοσίας ἔργον. καὶ ἀληθῶς «ἐξῆλθεν»· οὐ γὰρ μόνον κατὰ τὸ ἁπλούστερον ἐξῆλθεν τοῦ οἴκου, ἐν ᾧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ τέλεον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τῷ 32.24.302 «Ἐξῆλθον ἐξ ἡμῶν». ἐγὼ δ' οἶμαι ὅτι οὐδὲ ὁ εἰσελθὼν μετὰ τὸ ψωμίον εἰς τὸν Ἰούδαν Σατανᾶς ἐχώρει φέρειν τὸ εἶναι ἐν τῷ αὐτῷ τόπῳ μετὰ τοῦ Ἰησοῦ· οὐδεμία γὰρ συμφώνησις Χριστοῦ πρὸς 32.24.303 Βελίαρ ἐστίν. εἰ δὲ μὴ περιέργως ζητῶ τί δήποτε οὐ πρόσκειται 32.24.304 τῷ «Λαβὼν τὸ ψωμίον» τὸ "7Καὶ φαγών"7, καὶ αὐτὸς ἐπιστήσεις. ὅπου γὰρ βούλεται, προστίθησιν καὶ τὸ φαγεῖν ὁ λόγος τῷ λαβεῖν· ὥσπερ ἐπὶ τοῦ τῆς εὐλογίας ἄρτου γέγραπται, ὅτι εἶπεν τοῖς μαθηταῖς ὁ 32.24.305 Ἰησοῦς· «Λάβετε, φάγετε». ἆρ' οὖν λαβὼν τὸ ψωμίον οὐκ ἔφαγεν ὁ Ἰούδας; φέρε οὖν, εἰ καὶ μὴ συνᾴδειν τινὰ δόξει τῶν λεχθησο μένων τοῖς προειρημένοις, γυμνάσωμεν τὰ κατὰ τὸν τόπον, κρι νοῦντος τοῦ ἐντευξομένου ὁπότερα χρὴ παραδέξασθαι τῶν λεγο 32.24.306 μένων. «Βάψας, φησί, τὸ ψωμίον» ὁ Ἰησοῦς, καὶ δῆλον ὅτι ἐάσας αὐτὸ ἐν τῷ τρυβλίῳ λαμβάνει· οὕτω γὰρ νοήσεις τὸ «Βάψας οὖν 32.24.307 «τὸ ψωμίον», ἵνα μὴ παρέλκῃ τὸ λαβεῖν. εἶτα λέγεται ὅτι «∆ίδωσιν «Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν «εἰς ἐκεῖνον ὁ Σατανᾶς». «μετὰ τὸ ψωμίον» οὖν, τάχα μὴ βρωθὲν ὑπὸ τοῦ Ἰούδα, προλαβόντος τοῦ εἰσελθόντος εἰς τὸν Ἰούδαν Σατανᾶ τὴν χρῆσιν τοῦ ψωμίου, ἵνα μὴ ὄνηται ὁ Ἰούδας τῆς ἀπὸ τοῦ 32.24.308 Ἰησοῦ δόσεως τοῦ ψωμίου. τὸ μὲν γὰρ εἶχεν δύναμιν ὠφελητικὴν τῷ χρησομένῳ· ὁ δὲ ἅπαξ βαλὼν αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ τὸν διδάσκαλον, φοβούμενος μὴ τὸ βεβλημένον ἐκπέσῃ τοῦ βλη θέντος διὰ τῆς τοῦ ψωμίου χρήσεως, προλαβὼν ἅμα τῷ λαβεῖν τὸν Ἰούδαν τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτόν, ὅτε καὶ εἰρημένου τοῦ «Ὃ «ποιεῖς ποίησον τάχιον» λαβὼν τὸ ψωμίον ὁ Ἰούδας «ἐξῆλθεν 32.24.309 «εὐθύς». καὶ οὕτως δ' ἂν οὐκ ἀπιθάνως εἰς τὸν τόπον λέγοιτο· ὥσπερ ὁ ἀναξίως ἐσθίων τὸν ἄρτον τοῦ κυρίου ἢ πίνων αὐτοῦ τὸ ποτήριον εἰς κρῖμα ἐσθίει καὶ πίνει, τῆς μιᾶς ἐν τῷ ἄρτῳ κρείττονος δυνάμεως καὶ ἐν τῷ