1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

93

τέτλαθι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ· ταῖσι γὰρ οὐρανίδαο ∆ιὸς κατένευσε κάρηνον, ὅττι κε δινήσωσι, μένειν ἀσάλευτον, ἀτράκτοις. Αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι. 10.41 Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν ἐν τοῖς τούτου χρησμοῖς καταγέλαστα. Ξυνήγαγε δὲ τούτους οὐ μόνον ὁ Πορφύριος ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἀλλὰ καὶ ὁ κυνικὸς Οἰνό μαος, διελέγχων τῶν χρησμολόγων τὸ ψεῦδος. 10.42 Οἰνομάου δὲ καὶ Πορφυρίου καὶ Πλουτάρχου καὶ ∆ιογενιανοῦ καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα ἐπεμνήσθην, ἐπειδήπερ ὑμῖν τὰ ὑμέτερα λέγοντές εἰσιν ἀξιόχρεοι· ἡμῖν δὲ ἀρκεῖ τῶν πραγμάτων ἡ μαρτυρία, γεγωνοτάτῃ κεχρημένη φωνῇ καὶ τὸ τῶν χρηστη 10.43 ρίων διελέγχουσα ψεῦδος. Πρὸ μὲν γὰρ δὴ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας, οἷόν πού τινος ζόφου τὴν οἰκουμένην κατέχον τος, καθάπερ τινὲς λῃσταὶ καὶ λωποδύται, οἱ τῶν ἀνθρώπων ἀλάσ τορες, οἱ παμπόνηροι δαίμονες, καὶ λόχοις ἐχρῶντο καὶ πάγαις καὶ ἄρκυσι παντοδαπαῖς, ἀγρεύοντες τῶν ἀνθρώπων τὴν φύσιν· ἐπειδὴ δὲ ἀνέσχε τῆς ἀληθείας τὸ φῶς, ἐδραπέτευσαν ἅπαντες καὶ τοὺς 10.44 οἰκείους κατέλιπον χηραμούς. Τῷ τοι ἐβόων αὐτίκα φανέντος· "Ἔα· τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς." Καὶ ἕτεροι δὲ πάλιν ὥρκουν αὐτόν, ἵνα μὴ αὐτοὺς εἰς τὴν ἄβυσσον πέμψῃ. Ἐν δὲ Φιλίπποις τὸ πνεῦμα τοῦ Πύθωνος περὶ τῶν ἀποστόλων ἐβόα· "Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵ τινες καταγγέλλουσιν 10.45 ὑμῖν ὁδὸν σωτηρίας." Θεασάμενοι τοίνυν πανταχοῦ διατρέχον τῆς ἀληθείας τὸ κήρυγμα, καθάπερ στρατιῶται φυγάδες πολλὰ δεινὰ καὶ παράνομα δεδρακότες, εἶτα τῆς τοῦ βασιλέως αἰσθόμε νοι παρουσίας, ἀπέδρασαν καὶ γυμνὰς τὰς ἐνέδρας κατέλιπον. 10.46 Ὁ δὲ τῶν ὅλων παμβασιλεὺς τὰ τούτων κατέλυσεν ὁρμητήρια· καὶ οὔτε τῆς Κασταλίας προαγορεύει τὸ ὕδωρ, οὔτε Κολοφῶνος ἡ πηγὴ προθεσπίζει, οὐχ ὁ Θεσπρώτιος λέβης μαντεύεται, οὐχ ὁ τρίπους ὁ Κιρραῖος χρησμολογεῖ, οὐ τὸ ∆ωδωναῖον χαλκεῖον ἀδολεσχεῖ, οὐχ ἡ πολυθρύλητος φθέγγεται δρῦς, ἀλλὰ σιγᾷ μὲν ὁ ∆ωδωναῖος, σιγᾷ δὲ ὁ Κολοφώνιος καὶ ∆ήλιος καὶ Πύθιος καὶ Κλάριος καὶ ∆ιδυμαῖος καὶ ἡ Λεβαδία καὶ ὁ Τροφώνιος καὶ ὁ Ἀμφίλοχος καὶ ὁ Ἀμφιάραος καὶ ὁ Ἄμμων καὶ ἡ τῶν Χαλδαίων10.47 καὶ Τυρρηνῶν νεκυία. Σιγᾶν γὰρ αὐτοῖς ἐκέλευσεν ὁ ἐπιτιμῶν ἀβύσσῳ, κατὰ τὸν προφήτην, καὶ ξηραίνων αὐτήν, ὁ λέγων τῇ ἀβύσσῳ· "Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ." Καὶ ὁ ∆αφναῖος Ἀπόλλων, τὸν ἡμέτερον παρασκευάσας μετατεθῆναι 10.48 νεκρόν, οὐρανόθεν ἐδέξατο τὸν σκηπτόν. Οὐ γὰρ εἴα προλέγειν αὐτὸν καὶ ξυνήθως ἀποβουκολεῖν τοὺς ἀνθρώπους τοῦ σταυρωθέν τος ὁ μάρτυς, ἀλλὰ καθάπερ ὁ μέγας Παῦλος τῷ τοῦ Πύθωνος ἐπετίμησε πνεύματι, οὕτως ἡ τοῦ μάρτυρος κόνις τὸ τοῦ μάν τεως ἐχαλίνωσε ψεῦδος. 10.49 Ὁποῖοι μὲν οὖν τῶν ὑμετέρων θεῶν οἱ χρησμοί, παρὰ τῶν ὑμετέρων μεμαθήκατε φιλοσόφων· ὁποῖα δὲ ὁ τῶν ὅλων προλέγει Θεός, καὶ ὅπως βιωφελῆ καὶ ὀνησιφόρα καὶ τῆς ἀληθείας ἀφιέντα τὴν αἴγλην, ἔξεστι τῷ βουλομένῳ καταμαθεῖν ἀκριβῶς, τοῖς θείοις ἐντετυχηκότι λόγοις. Ἐγὼ δέ γε ὀλίγων τινῶν ἀπομνη μονεύσω προρρήσεων, ἵνα καὶ ἐκ παραλλήλου τὸ διάφορον δείξω. Πρώτας μέντοι ἐκείνας ἐρῶ, αἳ τὴν τῶν εἰδώλων κατάλυσιν 10.50 προηγόρευσαν. Ἀκούσατε τοίνυν Ἡσαΐου τοῦ προφήτου λέγοντος· "Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη, καὶ πορεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ· καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέ πανα· καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν 10.51 ἔτι πολεμεῖν." Ὁποῖα μὲν οὖν ἐχρησμῴδησεν ὁ προφήτης, ἠκού σατε, πρὸς δὲ τῆς