93
γʹ. "Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου." Ἐνταῦθα τὸν χρόνον ἐνήλλαξαν οἱ Ἑβδομήκοντα, καὶ ὡς γεγενημένα εἰρή κασι τὰ ἐσόμενα. Οἱ δὲ ἄλλοι σαφεστέραν ἐποιήσαντο τὴν ἑρμηνείαν· "Ἀπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, ἅτινα ὁδηγήσει με, καὶ ἄξει με εἰς τὸ ὄρος τὸ ἅγιόν σου, καὶ εἰς τὰς σκηνώσεις σου." Τῆς θείας ἐπικουρίας ἀπολαῦσαι παρακαλῶ· διὰ ταύτης με γὰρ δυνατὸν καὶ τῆς πικρᾶς ἀπαλ λαγῆναι δουλείας, καὶ εἰς τὴν γῆν τὴν πατρῴαν ἐπαν ελθεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ ναῷ τὴν νενομισμέ νην λατρείαν προσενεγκεῖν. Σκηνώματα γὰρ τοῦ Θεοῦ, τὸν ναὸν προσηγόρευσεν· ὄρος δὲ ἅγιον, τὴν Σιών· φῶς δὲ καὶ ἀλήθειαν, τὴν δικαίαν καὶ σωτήριον ἐπιφάνειαν. Ὥσπερ γὰρ σκότος τὰς συμφορὰς ὀνομάζει, οὕτω φῶς τὴν τούτων ἀπαλ λαγήν. Αἰτοῦσι δὲ μετὰ τοῦ φωτὸς τὴν ἀλήθειαν· ἅτε δὴ κρῖναι τὸν Θεὸν αὐτοῖς καὶ Βαβυλωνίοις ἐξαι 80.1177 τήσαντες· καὶ σαφῶς εἰδότες, ὡς ἀληθείᾳ καὶ μὴ μακροθυμίᾳ χρώμενος ὁ Θεὸς, ἐκείνων μὲν καταψη φιεῖται, αὐτοὺς δὲ τῆς ἐκείνων δουλείας ἐλευθερώσει. δʹ. "Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου." Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· "Ἵνα ἔλθω πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὴν εὐφροσύνην τῆς εὐθυμίας μου, καὶ ἐξ ομολογήσομαί σοι ἐν ψαλτηρίῳ ὁ Θεὸς, ὁ Θεός μου." Ἱμείρομαι δὲ τῆς ἐπανόδου, φησὶ, τὸ τριπόθητόν σου θυσιαστήριον ἰδεῖν ἐφιέμενος, καὶ δι' ἐκείνου σὲ τὸν ∆εσπότην θεάσασθαι, ὃς εὐφροσύνης παντοδαπῆς, καὶ θυμηδίας ἀφορμάς μοι παρέχεις. Ἐκεῖ δὲ μετὰ κιθάρας τὰς συνήθεις ὑμνῳδίας ποιήσομαι· ἐν Βα βυλῶνι γὰρ, "ἐπὶ τῶν ἰτεῶν ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν," παράβασιν τοῦ νόμου τὴν ἔξω τοῦ σοῦ τόπου λατρείαν ἡγούμενοι. εʹ. "Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξ ομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου." Καὶ ἐντεῦθεν δῆλον, ὡς ἀμφό τεροι οἱ ψαλμοὶ μίαν διάνοιαν ἔχουσι. Σφίσι δὲ αὐτοῖς παρεγγυῶσιν οἱ τοῖς λόγοις τοῖσδε χρησά μενοι, τὰς χρηστοτέρας ἔχειν ἐλπίδας, καὶ νικῆσαι τῆς ἀθυμίας τὸ πάθος, καὶ προσμεῖναι τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν, ὡς ἀναμφιβόλως δοθησομένην. ΕΡΜΗΝ. ΤΟΥ ΜΓʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν." Καὶ οὗτος πραγμάτων ἐσομένων πρόῤῥησιν ἔχων, ἀναμεῖναι τὸ τέλος παρεγγυᾷ. Πρόσκειται δὲ τῇ ἐπι γραφῇ εἰς σύνεσιν, ἵνα συνιέντες ἐκεῖνοι τὰ γε γραμμένα, περὶ ὧν ὁ προφητικὸς προθεσπίζει λό γος, τὴν ἐντεῦθεν ἁρπάσωσιν ὠφέλειαν. Προαγορεύει δὲ ὁ ψαλμὸς τὴν Μακεδονικὴν ὠμότητα, καὶ τὴν Ἀντιόχου τοῦ Ἐπιφανοῦς δυσσεβῆ καὶ θηριώδη γνώμην, καὶ τὴν τῶν Μακκαβαίων ἀνδρείαν τε καὶ εὐσέ βειαν. Ματταθίας γὰρ ὁ μακάριος καὶ τρισ μακάριστος, καὶ τοῦτο πολλάκις ζήλῳ θείῳ μετὰ τῶν παίδων χρησάμενος, καὶ τὰς πολλὰς τῶν Μα κεδόνων μυριάδας, καὶ τῶν ἐλεφάντων τὸ πλῆθος ἀσθενὲς ἡγησάμενος, ὡς τῆς θείας ἔρημον προ μηθείας, μετὰ ὀλίγων κατὰ τούτων στρατεύσας ἐνί κησε· καὶ τοὺς τῶν εἰδώλων ἀνασπάσας βωμοὺς, τὸν θεῖον νεὼν ἐξεκάθηρε, καὶ τὴν συνήθη λατρείαν τοῖς ὁμοφύλοις ἀπέδωκεν. Οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ οἱ τούτου παῖδες μετὰ τὴν τούτου τελευτὴν, προσευχόμενοι τοὺς πολεμίους ἐτρέποντο, καὶ τῆς θείας ῥοπῆς ἀπολαύοντες ἵστων τὰ τρόπαια. Ἐκ προσώπου τοίνυν αὐτῶν, ἡ προφητικὴ χάρις ὑπηγό ρευσε τὸν ψαλμὸν, προδιδάσκουσα οἵοις αὐτοὺς ἐν τοῖς κινδύνοις προσήκει χρήσασθαι λόγοις. 80.1180 βʹ. "Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις." Αὐτ όπται μὲν ἡμεῖς τῶν σῶν θαυμάτων οὐ γεγενήμεθα, ∆έσποτα, παρὰ δὲ τῶν ἡμετέρων μεμαθήκαμεν πατέ ρων, ὅσα θαύματα κατ' ἐκείνους εἰργάσω τοὺς χρόνους, τὰς πρὸς τοὺς ἡμετέρους προγόνους γεγενημένας ἐπαγγελίας πληρῶν. γʹ, δʹ. "Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατ εφύτευσας αὐτούς· ἐκάκωσας λαοὺς, καὶ