93
παραβύστῳ, ἀλλ' ἤδη καὶ ἐπ' αὐτὰς τὰς ἀρχιερατικὰς ἀκοὰς ἀναφερούσης· ὃ τῆς σῆς μὲν φιλίας καί, ἵν' οὕτως εἴπω, ξενολογίας ἐπίσημον, τῆς δ' οὖν ἐμῆς ἀναξιότητος ἔκφυλον, ὑποφριττούσης εἰσέτι καὶ νῦν τὸν τῆς θεοφροσύνης σου ἔπαινον. Τοσαῦτα μὲν περὶ τούτου, εἶδος ἀπολογίας μοι ποιουμένῳ. τί δ' ἂν τὰ ἑξῆς; ἤρθης ὁ πατὴρ καὶ μετήρθης, περιωρίσθης καὶ μεθωρίσθης. ἀκοὴ ἐξ ἀκοῆς προσπελάζουσα ἐθρόησεν, ἐπτόησεν ἡμᾶς τὰ τέκνα σου, οὐκ εἰδότας τὸν τρόπον, ἀγνοοῦντας τὰς διαθέσεις. ἡμεῖς γὰρ οἱ ταπεινοὶ ὡς ἔν τινι ἀγκύρᾳ ἐν τῇ νῦν κλυδωνιζούσῃ καὶ καταποντιζούσῃ αἱρέσει πεποιθότες ἐσμὲν ἐπὶ τῇ μεγαλωσύνῃ σου, πηδαλιουχούσῃ καὶ ἀπευθυνούσῃ ἡμᾶς ταῖς θεοσθενέσιν ἐνστάσεσιν εἰς ἀκίνδυνον εὐπλοΐαν. γνώρισον οὖν ἡμῖν, ὦ μάκαρ, ἀκροθιγῶς ὅπως τὰ κατὰ σέ, ἵνα σου τῷ ἐρείσματι περιζωννύμεθα δύναμιν. καὶ πρὸς τούτοις σθένοις ταῖς προσευχαῖς, ἀλείφοις ἡμᾶς ταῖς παραινέσεσι, πείθοις ὡς οὐκ εἰς τέλος ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν παίουσαν τὴν αὐτοῦ ἐκκλησίαν· εἰ δ' οὖν, καρτερῶς ἡμᾶς φέρειν τὴν βραδυτῆτα, ἣν τοῖς ἀθεωρήτοις αὐτοῦ κρίμασι τῆς σοφίας οἶδεν συμφερόντως ἐπάγεσθαι ἡμῖν τοῖς ταπεινοῖς πάντως. 83 {1Ἰωσὴφ ἡγουμένῳ}1 Ἤνεγκεν ὁ καιρὸς χρήσασθαί με φιλικῷ γράμματι τῇ ἁγιωσύνῃ σου· πρότερον μὲν γάρ, ἡνίκα σκυθρωπαὶ ὑποθέσεις ὑπὸ τῶν κρατούντων εἰσεφθάρησαν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κατὰ τὰς ἁμαρτίας μου, τοσοῦτον ἀπεσχοινίσθημεν ἐξ ἀλλήλων, ὡς ἀνατολῇ καὶ δύσει ἀκουστὸν γενέσθαι τὸ δρᾶμα τῆς διαστάσεως. φεῦ τῶν ἡμερῶν ἐκείνων· φεῦ τῆς δραματουργίας ἐκείνης· εὐαγγελίου θεοῦ γὰρ ἦν παράβασις, δι' ἣν ἐδονήθη τὰ πέρατα καὶ οὐρανὸς ἐπεστέναξεν. νυνὶ δέ, ἐπὰν ἐκποδὼν γέγονε τὰ τηνικαῦτα τυρβασθέντα νεύσει τῆς προνοίας, εἰ καὶ τὰ χείρονα παραχωρήσει ταύτης ἐξεκαύθη τανῦν, δῆλον ὅτι ἐκ τῶν προλαβόντων ὡρμημένα, φεῦ μέντοι γε καὶ τῶν τῇδε ἡμερῶν, ἃς οὐδὲν ἄλλο ὑποληπτέον ἢ τῆς τοῦ Ἀντιχρίστου παρουσίας προεισόδια. Ὅμως ἐπειδὴ χάριτι τοῦ ὑπεραγάθου θεοῦ εἰς ταὐτὸν ἡμῖν, μᾶλλον δὲ τῇ ἀληθείᾳ συμφρονοῦσα ὤφθη καὶ τὴν αὐτὴν ἔνστασιν τῆς εὐσεβείας τοῖς πᾶσιν ὀρθοδόξοις αἱρησαμένη, καὶ ταῦτα ἐν γήρει καὶ προθυμίᾳ ζεούσῃ, ὃ καὶ παράδοξον καὶ αἰνούμενον, ἐπανατρέχων εἰμὶ ὁ ταπεινὸς εἰς τὴν πάλαι ἀγάπην καὶ συνάφειαν· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν, ὥς φησι τὸ θεῖον στόμα, ὡς ἡ περὶ θεοῦ συμφωνία, καὶ οὐδὲν οὕτως εἰς διάστασιν ὡς ἡ περὶ αὐτοῦ διαφωνία. ∆ιὰ τοῦτο ἀπεκδυσάμενος ὥσπερ τι νέφος πονηρὸν τὰ προλαβόντα μετὰ χαρᾶς μεγάλης αἴθριόν σοι τὸ τῆς ὁμονοίας φάος ἀνατέλλω πρὸς τὰ παρόντα καὶ ὡς πατρί μου ἀγαπητῷ προσσφθέγγομαι καὶ ὡς δεδιωγμένῳ καὶ περιωρισμένῳ ἕνεκεν δικαιοσύνης πρόσειμι, στεφανῶν σε τοῖς ἐπαίνοις καὶ μεγαλύνων τοῖς ἐγκωμίοις τὴν πολιὰν τὴν αἰδέσιμον, τὴν ἄσκησιν τὴν μακροχρόνιον. καὶ ὢ τῆς μεγαλοδωρεᾶς τοῦ θεοῦ, οὐκ ἐασάσης ὑπὸ τὸν σκοτεινὸν μόδιον τὸν πρὶν καλυφθῆναί σου τὰ φωτοειδῆ ἀριστεύματα. ὁμολογητήν σε νῦν Χρι στοῦ προσκυνῶ, φύλακα ὀρθοδοξίας αἰνῶ, συγχαίρων καὶ συναγαλλόμενός σοι ἐν τοῖς ὑπὲρ τοῦ ἀγαθοῦ ἀγωνίσμασιν, εἴπερ τῶν χαρισμάτων τὸ μέγιστον κατὰ τὸν ἀπόστολον τὸ ὑπὲρ Χριστοῦ πάσχειν· πλὴν ὅτι τὸ τίμιόν σου γῆρας κατελεῶν εἰμι, κακοπαθεῖν οὐκ εὐχερῶς ἔχον. ἀλλ' ὅμως πέποιθα ὅτι πάντα ἰσχύσειας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ εἰς νῖκος ὀρθοδοξίας, εἰς καύχημα ἐμοῦ τε τοῦ ἁμαρτωλοῦ καὶ τῶν ἐξ ἴσου φιλούντων σε, μᾶλλον δὲ καὶ τῆς ὅλης ἐκκλησίας τοῦ θεοῦ, εἰς στέφανον δικαιοσύνης σου αἰώνιον. Ἀντιγράψαι δὲ εἰ οὐχ οἷόν τε, ἀλλ' οὖν χαρίζου μοι τὸ κράτιστον ὧν ἔχεις, τὰς ἱερὰς προσευχάς σου· πλήρης γάρ εἰμι ἁμαρτημάτων καὶ πάντων ἀνθρώπων οἰκτρότερος. 84 {1Γρηγορᾷ λαϊκῷ}1 Ἡ πολλή σου καὶ θερμὴ διακονία καὶ προσεδρία τῶν ἐν ταῖς φυλακαῖς ἀδελφῶν πεποίηκέν σε, ὦ ἄνθρωπε τοῦ θεοῦ, ἄποικον, φυγάδα, ἀλήτην. ἀλλὰ θάρσει· ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσῃ, ἡ ἄνω Ἱερουσαλήμ σοι εἰς