93
εἶναι. Κιβαμοῦνδος δὲ καὶ οἱ σὺν αὐτῷ δισχίλιοι περιπεπτωκότες ἐν τῇ ἀλκῇ τοῖς Οὔννοις ἀπώλοντο πάντες. Βελισάριος δὲ εἰς ∆έκιμον ὢν οὐδὲν τούτων ἔμαθεν, ἀλλὰ χαράκωμα περιβαλὼν ἐφωσάτευσεν, καταλιπὼν αὐτόθι τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς πεζούς. αὐτὸς δὲ λαβὼν τοὺς ἱππεῖς καὶ τοὺς ἡγεμόνας ἐπὶ Καρχηδόνα ἐχώρει. εὑρὼν δὲ τοὺς πεπτωκότας νεκροὺς τόν τε Ἀματᾶν καὶ τοὺς Οὐανδήλους καὶ μαθὼν τὰ γεγονότα, εἰς λόφον τινὰ ἀνελθὼν ὁρᾷ κονιορτὸν ἐκ μεσημβρίας, καὶ Οὐανδήλων ἱππέων πλῆθος πολύ, ἡγουμένου αὐτοῖς Γελίμερος, μὴ γνώσαντος μήτε τὸ Κιβαμούνδου πάθος μήτε τὸ τοῦ Ἀματᾶ. ἐπεὶ δὲ ἐγγὺς ἀλλήλων γεγόνασιν, προτερήσαντες Οὐανδῆλοι τὸν λόφον καταλαμβάνουσι καὶ φοβεροὶ τοῖς ἐναντίοις ἐδείχθησαν. οἱ δὲ Ῥωμαῖοι τραπέντες εἰς χωρίον ἀφικνοῦν193 ται σταδίους ἑπτὰ τοῦ ∆εκίμου ἀπέχον. θεὸς δὲ παραδόξως τούτους ἀλλοιώσας εἰς δειλίαν κατέστησεν. εἰ γὰρ τὴν δίωξιν εὐθὺς ἐποιήσαντο, ἄρδην ἂν ἅπαντας σὺν Βελισαρίῳ διέφθειραν, (τοσοῦτον ἦν πλῆθος τῶν Οὐανδήλων) καὶ τὸν Ἰωάννην ὑποστρέφοντα ἐκ Καρχηδόνος καὶ σκυλεύοντα τοὺς τεθνεῶτας ἀπονητὶ κρατῆσαι ἤμελλον. κατιὼν δὲ ἐκ τοῦ λόφου Γελίμερ καὶ εὑρὼν τὸν ἀδελφὸν νεκρὸν εἴς τε ὀλοφύρσεις ἐτράπη καὶ τῆς νίκης τὴν ἀκμὴν ἤμβλυνεν. Βελισάριος δὲ τούς τε φεύγοντας στῆναι κελεύσας καὶ κοσμίως τὰ πάντα διατάξας καὶ ὀνειδίσας τῆς δειλίας καὶ τὴν τελευτὴν τῶν ἐναντίων ἅμα τε καὶ Ἰωάννου νίκην μαθών, δρόμῳ καὶ ἀνδρείᾳ ἐπὶ Γελίμερα χωρεῖ. οἱ δὲ βάρβαροι ἀπαρασκεύαστοι εὑρεθέντες εἰς φυγὴν ἐτράπησαν κραταιὰν καὶ πολλοὺς ἀποβαλόντες ἐπὶ Νουμιδίαν ἐχώρουν καταλιπόντες Καρχηδόνα. νυκτὸς δὲ καταλαβούσης, ὅ τε Βελισάριος καὶ Ἰωάννης καὶ οἱ Μασσαγέται εἰς ∆έκιμον ἀφικόμενοι, ἅπαντα τὰ συμβεβηκότα μαθόντες ἔχαιρον· τῇ δὲ ἐπαύριον ἅμα τοῖς πεζοῖς καὶ τῇ Βελισαρίου γυναικὶ ἅπαντες ἐπὶ Καρχηδόνα ἐπορεύοντο. οἱ δὲ Καρχηδόνιοι τὰς πύλας ἀναπετάσαντες καὶ λύχνα ἅψαντες πανδημεὶ πρὸς ὑπάντησιν Βελισαρίου ἐξῄεσαν. οἱ δὲ ἐν αὐτῇ Οὐανδῆλοι ἐν τοῖς ἱεροῖς προσέφυγον. καταλαβόντος δὲ καὶ τοῦ στόλου τὴν ἅλυσιν ἄραντες ἐν τῷ λιμένι τούτους ἐδέξαντο. καὶ ὁ μὲν πλεῖστος στόλος τὴν ἐντολὴν Βελισαρίου φυλάξαντες οὐκ εἰσῆλθον ἐν τῷ λιμένι, ἀλλ' ἔξω προσώρμισαν. Καλώνυμος δὲ τὴν παρακοὴν ἐνδυσάμενος εἰσῆλθε καὶ τὰ πλοῖα ληϊσάμενος πολλὰ χρήματα ἀφήρπαζεν, καὶ ἐν τοῖς ἐργαστηρίοις καὶ οἴκοις τοῖς πλησίον τοῦ λιμένος εἰσῆλθε καὶ πολλοὺς ᾐχμαλώτευσεν. ἀπονητὶ δὲ Βελισάριος τῆς Καρχηδόνος κρατήσας παρῄνει τοῖς στρατιώταις λέγων· "ὁρᾶτε, ἡλίκα εὐτυχήματα γεγόνασιν ἡμῖν, ἐπειδὴ σωφροσύνην εἰς τοὺς Λίβυας ἐπεδειξάμεθα. βλέπετε, τὴν εὐκοσμίαν ἐν Καρχηδόνι διασώσασθε, καὶ μήτις ἀδικήσῃ τινά, ἢ ἀφαρπάσῃ τι αὐτοῦ. πολλὰ γὰρ κακὰ παθόντες ὑπὸ Οὐανδήλων ἀνδρῶν βαρβάρων, βασιλεὺς ὁ ἡμέτερος βοηθῆσαι τούτοις ἡμᾶς ἀπέστειλε καὶ τὴν ἐλευθερίαν χαρίσασθαι." 194 ταῦτα παραινῶν εἰς Καρχηδόνα εἰσῆλθεν. καὶ ἀναβὰς εἰς τὸ παλάτιον ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν. τούτῳ προσῆλθον οἵ τε ἔμποροι Καρχηδόνος καὶ ὅσοι πλησίον τῆς θαλάσσης ἔμενον, ὀλοφυρόμενοι ἁρπαγὴν πεπονθέναι ὑπὸ τοῦ στόλου. ὁ δὲ Βελισάριος Καλώνυμον τὸν ναύαρχον ὥρκισεν, ὅπως ἅπαντα τὰ διαρπαγέντα ἐνέγκῃ καὶ ἀποδώσῃ τοῖς οἰκείοις δεσπόταις. ὁ δὲ σφετερισάμενος ἐξ αὐτῶν καὶ ἐπιορκήσας οὐ μετὰ πολὺ τὴν δίκην ἔτισεν. ἔξω γὰρ φρενῶν γενόμενος, τὴν ἑαυτοῦ γλῶσσαν φαγὼν ἀπέθανεν. Βελισάριος δὲ τὸν λαὸν εἱστία βασιλικῶς, καὶ ἡ τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα πάντα ὑπούργει. οὕτω δὲ ὁ στρατηγὸς ἀθορύβως τὴν πόλιν ἔσχεν, ὥστε οὐδὲ ὕβριν τινὰ ἐπήγαγεν ἀνθρώπῳ, οὐδὲ ἐπὶ τῆς ἀγορᾶς τινας συνέβη τὴν οἰκίαν ἀσφαλίσαι· ἀλλ' ἀγοράζοντες οἱ στρατιῶται ἤσθιον καὶ εὐφραίνοντο. τοὺς δὲ εἰς τὰ ἱερὰ καταφυγόντας Οὐανδήλους πιστὰ δοὺς ἐξήγαγεν. τῶν δὲ τειχῶν τῆς πόλεως ἐπεμελεῖτο ἠμελημένων πρότερον ὄντων. ἔλεγον δὲ καὶ παλαιὸν λόγον