94
ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη.» Καὶ ταῦτα ἀκούσας, ἀπελθὼν εἶπεν τοῖς ἱερεῦσιν· «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παρα δώσω;» Oἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ τῇ πέμπτῃ φαγόντες παρ' αὐτῷ τὸ πάσχα, βάψαν τος ἐκείνου τὴν χεῖρα εἰς τὸ τρυβλίον καὶ τὸ ψωμίον λαβόντος καὶ ἐξελθόντος νυκτός, εἶπεν ἡμῖν ὁ Κύριος· «Ἐλήλυθεν ἡ ὥρα, ἵνα σκορπισθῆτε καὶ ἐμὲ μόνον ἀφῆτε», καὶ ἑκάστου διϊσχυριζομένου μὴ ἐγκαταλεῖψαι αὐτόν, ἐμοῦ Πέτρου ἐπαγ γελλομένου καὶ συναποθανεῖν αὐτῷ, εἶπεν· «Ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.» Παραδοὺς δὲ ἡμῖν τὰ ἀντίτυπα μυστήρια τοῦ τιμίου σώματος αὐτοῦ καὶ αἵματος, Ἰούδα μὴ συμπαρόντος ἡμῖν, ἐξῆλθεν εἰς τὸ ὄρος τῶν ἐλαιῶν πλησίον τοῦ χειμάρρου τῶν κέδρων, ὅπου ἦν κῆπος· συνῆμεν δὲ καὶ ἡμεῖς καὶ ὑμνήσαμεν κατὰ τὸ ἔθος. Καὶ χωρισθεὶς ἡμῶν οὐ πολύ, προσηύχετο τῷ Πατρὶ λέγων· «Πάτερ, παρένεγκε ἀπ' ἐμοῦ τὸ ποτήριον· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν.» Καὶ τοῦτο ποιήσας τρίτον, ἡμῶν ἀπὸ τῆς ἀθυμίας εἰς ὕπνον καταπεσόντων, ἐλθὼν λέγει ἡμῖν· «Ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.» Καὶ ἰδοὺ Ἰούδας καὶ μετ' αὐτοῦ ὄχλος ἀσεβῶν· καὶ σημεῖον προδοσίας δείκνυσιν αὐτοῖς δόλιον φίλημα, οἱ δὲ δεξάμενοι τὸ σύνθημα, ἐκράτησαν τὸν Κύριον καὶ δέσμιον ποιησάμενοι ἤγαγον εἰς τὴν οἰκίαν Καϊάφα τοῦ ἀρχιερέως, ἐν ᾗ πολὺς συγκεκρότητο οὐ λαός, ἀλλ' ὄχλος, οὐδὲ πρεσβυ τέριον ἱερόν, ἀλλὰ συνέδριον παρανόμων καὶ βουλευτήριον ἀσεβῶν· οἱ καὶ πολλὰ ποιησάμενοι κατ' αὐτοῦ πᾶν εἶδος ὕβρεως οὐ παρέλιπον, ἐμπτύοντες, κερτομοῦντες, τύπτοντες, ·απίζοντες, λοιδορούμενοι, αὐτὸν πειράζοντες, μαντείας ἐπιζητοῦντες ἀντὶ προφητείας, εἴρωνα, βλάσφημον, Μωϋσέως παραβάτην, ἱεροῦ καθαιρέτην, θυσιῶν ἀναιρέτην, Ῥωμαίων πολέμιον, καίσαρος ἐναντίον ἀποκαλοῦντες. Καὶ ταῦτα μέχρις ὄρθρου βαθέος ἐμπαροινήσαντες αὐτῷ οἱ ταῦροι καὶ οἱ κύνες ἀπάγουσιν αὐτὸν πρὸς Ἄνναν, ὃς ἦν πενθερὸς τοῦ Καϊάφα· κἀκεῖ τὰ ὅμοια δράσαντες, παρασκευῆς οὔσης, τῷ ἄρχοντι τῶν Ῥωμαίων παρέδωκαν αὐτὸν Πιλάτῳ, κατηγοροῦντες αὐτοῦ πολλὰ καὶ βαρέα, ὧν οὐδὲν ἴσχυον ἀπελέγξαι· ἐφ' οἷς ὁ ἄρχων δυσανασχετήσας ἔλεγεν· «Oὐδεμίαν αἰτίαν κατ' αὐτοῦ εὑρίσκω.» Oἱ δὲ μάρτυρας δύο ψευδεῖς ἀγαγόντες ἐβούλοντο συκοφαντεῖν τὸν Κύριον· ἀσυμφώνων δὲ αὐτῶν εὑρεθέντων