Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τοὺς συνθέοντας. Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. (A f. 224 b, I f. 208) Ταῦτα ἁρμόττει τῷ Χριστῷ διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον. Ἄθρει γάρ μοι πάλιν τὸν ὑπάρχοντα μὲν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, τὸν ἐκ τῆς οὐσίας αὐ τοῦ πεφηνότα, σύνθρονόν τε αὐτοῦ καὶ συγκατάρχοντα τῶν ὅλων, ὡς ἐν ὑφέσει τε ὄντα καὶ ἐν μείοσιν διά τοι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, καὶ ἀνθρωπίνως μᾶλλον διὰ τὴν κένωσιν, ἤγουν θεοπρεπῶς, τοὺς πρός γε τὸν ἑαυτοῦ Πατέρα ποιούμενον λόγους· "Ἐλέησόν με γὰρ, φησὶν, καὶ ἀνάστησόν με." Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς αὐτός ἐστιν κατὰ φύσιν τὸ ἔλεος τοῦ Θεοῦ καὶ Πατρός; αὐτὸς δὲ ὁμοίως ἡ ἀνάστασις καὶ ἡ ζωὴ, κατὰ τὴν αὐτοῦ φωνήν. Ἀλλ' ἦν ἀναγ καῖον πᾶσαν αὐτὸν πληρῶσαι δικαιοσύνην· καὶ ἐπειδὴ γέγονεν ἄνθρωπος, τὸ τῆς ἀνθρωπότητος μὴ παραιτεῖσθαι σμικροπρεπὲς, μήτε μὴν τοὺς αὐτῇ πρέποντας ἀπαξιῶσαι λόγους, διὰ τὸ τῆς οἰκονομίας εὐτεχνές. Φαμὲν δὲ ὅτι τὸν ἔλεον, καὶ συνεζευγμένως αὐτῷ τὴν ἀνάστασιν, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν αἰτεῖ τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἐλέου καὶ ἀναστά σεως. Ὥσπερ γὰρ εἰσελθούσης εἰς τὸν κόσμον τῆς ἁμαρτίας, συνεισήλατο καθάπερ ἰδίᾳ μητρὶ, καὶ ὁ δι' αὐτήν τε καὶ δι' αὐτῆς ἀναφὺς θάνατος· οὕτως ἐξωσθείσης ἐκ τοῦ κόσμου τῆς ἁμαρτίας, συνεξήλατο καὶ ὁ θάνατος. ∆ικαιούμεθα γὰρ ἐν Χριστῷ κατοι κτείροντος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρός. Λύσιν οὖν ὁ θάνατος ἔχει τὴν ἀνάστασιν τοῦ Χριστοῦ, δι' οὗ καὶ ἐν ᾧ πρὸς ἀφθαρσίαν καὶ ζωὴν ἀνέθαλεν ἡ ἀνθρώπου φύσις. Ὅταν τοίνυν ἀναστήσῃς με, φησὶν, ὦ Πάτερ, τότε καὶ ἀνταποδώσω αὐτοῖς, δῆλον δὲ ὅτι τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. Ἐπιτήρει δ' ὅμως, ὡς ἐκ τῆς καθ' ἡμᾶς σμικροπρεπείας ἀναφοιτᾷ πάλιν .. [εἰς τὸ] θεοπρεπές. Οὐ γὰρ ἔφη πρὸς τὸν ἐν τοῖς οὐ ρανοῖς Πατέρα, ὅτι Ὅταν ἀναστήσῃς με, τότε καὶ ἀνταποδώσεις αὐτοῖς, ἀλλ' ὡς αὐτὸς ἐσόμενος τῶν ὅλων κριτὴς καὶ ἔστι καὶ νοεῖται Θεὸς, "Ἀνταποδώσω, φησὶν, αὐτοῖς." Ὡς γὰρ αὐτός που πάλιν φησὶν, "Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκεν τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα." Ὅτι δὲ τοῦ Πατρὸς ἀναστῆσαι λεγο μένου τὸν Κύριον ἡμῶν Ἰησοῦν ἐκ νεκρῶν, δι' αὐ 69.1000 τοῦ καὶ τοῦτο κατώρθωται, πῶς ἂν ἐνδοιάσειέ τις; Αὐτὸς γάρ ἐστιν, ὡς ἔφην, ἀνάστασις καὶ ἡ ζωή· Τοιγάρτοι καὶ ἔφη πρὸς Ἰουδαίους περὶ τοῦ ἰδίου σώματος· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ὅτι δὲ δίκας ἐκτετίκασιν Ἰουδαῖοι τῆς εἰς αὐτὸν γενομένης δυσσεβείας, οὐ μακρῶν ἂν γένοιτο χρεία λόγων, αὐτῶν τοῦτο κεκραγότων τῶν συμβεβηκότων αὐτοῖς. Ἀνταπέδωκε γὰρ, Ῥωμαίοις αὐτοὺς παραδούς. Εἶτα πάλιν ἀνθρωπίνως φησίν· Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με. (A f. 225, B f. 151, I f. 208 b) Λαλεῖ πάλιν ὡς ἄνθρωπος, καὶ ὡς διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵν' ἡμᾶς ἐν ἑαυτῷ παραθῆται τῷ Θεῷ καὶ Πατρὶ ἐν ἀποστροφῇ, διὰ τὴν παράβασιν, καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἐν Χριστῷ γὰρ ἐσχήκαμεν τὴν πρὸς αὐτὸν οἰκειότητα, καὶ τὸ ἀγαπᾶσθαι λοιπόν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, θύρα τε καὶ ὁδὸς πρὸς οἰκειότητα τὴν πνευματικήν. Ὅταν οὖν, φησὶν, ὧ Πάτερ, ἐλεήσας με ἀναστήσῃς, εἴσομαι δὴ τότε ὅτι τεθέληκάς με, ἀντὶ τοῦ, ἠγάπησας. Ἐν ἀγάπῃ γὰρ ὄντως πᾶν εἴ τί ἐστι θελητόν. Καὶ τότε οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ. Ἐχθρὸν δὲ νοήσεις πάσης τῆς ἀνθρωπότητος τὸν διάβολον, τὸν εἰσαγα γόντα διὰ τῆς ἁμαρτίας τὸν θάνατον. Οὗτος τοίνυν καταλήξει τοῦ χαίρειν, ὅταν ἴδῃ μεταστοιχειουμένην εἰς ἀφθαρσίαν τὴν ἀνθρώπου φύσιν, καὶ ἀναμορφου μένην εἰς εἶδος τὸ ἐν ἀρχαῖς, ἐκποδὼν γεγενημένης τῆς ἁμαρτίας, καὶ σὺν αὐτῇ τῆς φθορᾶς. Ἰδικῶς δὲ καὶ καταμόνας ἐχθροὺς τοῦ Χριστοῦ νοητέον ἀρχιερεῖς, καὶ Γραμματεῖς, καὶ Φαρισαίους, τοὺς καταμισθωσα μένους τὸν Ἰούδαν, καὶ πρὸς Πιλάτον ἀπα[γαγόντας τὸν Ἰησοῦν.] Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, κ.τ.λ. (A f. 225 b) Κατακλείει καὶ νῦν εἰς εὐχαριστίαν τὸν ψαλμὸν, ὡς ὑπὲρ πάντων τε καὶ παρὰ πάντων ἀναφερομένην τῷ Θεῷ καὶ Πατρί. Καὶ ἄξιος εἶ, φησὶ, τοῦ εὐλογεῖσθαι