Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
πάλιν· Μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς Χριστὸς αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι οὐχ εὑρήκατε ἐν τῇ χειρί μου οὐδέν. Σαφεστέρως δὲ καὶ ὁ μακάριος ∆αβὶδ τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καὶ καταιτιᾶται λέγων· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Κενὰ γὰρ ὄντως τὰ τῆς Ἰουδαίων ἀμαθίας κατὰ Χριστοῦ βουλεύματα. Οὐ γὰρ ἂν ἀπέθανεν ἡ ζωὴ, οὐδ' ἐν ταῖς ᾅδου πύλαις γέγονε κάτοχος, ὁ καὶ τοῖς κάτω πνεύμασιν εἰπών· Ἐξέλθητε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Κατεθρήνει 69.268 δὲ καὶ τὴν Ἱερουσαλὴμ ὁ προφήτης Ἱερεμίας, ὡς ἀνοσίαν, ὡς Κυριοκτόνον, ὡς βέβηλον, ὡς ἀχάριστον. Ἔφη γὰρ οὕτω· Πνεῦμα πρὸ προσώπου ἡμῶν, Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὖ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι. ∆έον γὰρ ἑλέσθαι τὴν διὰ πίστεως χάριν, ὡς ὁδὸν σωτήριον, θεομαχοῦντες ἡλίσκοντο. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Γενεσιουργὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθιεὶς ἑαυτὸν εἰς κένωσιν, κέχρισται παρὰ τοῦ Πατρὸς, καὶ γέγονε καθ' ἡμᾶς. Καὶ ὁ τῆς κενώσεως σκοπὸς, εἰς τὸ διασῶσαι τοὺς ἐπὶ τῆς γῆς. Καὶ γοῦν ὁ προφήτης Σοφονίας εὐηγγελίζετο, λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει Κύριος Ἰσραὴλ ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκ ἔτι. Οἱ δὲ ἀπειθεῖς καὶ ἄτεγκτοι, καὶ πέρα παντὸς ἰόντες θράσους, πεπαρῳνήκασιν εἰς αὐτὸν τὰ πάντων αἴσχιστα, καὶ δρῶντες εὐκόλως καὶ βουλευόμενοι προαλέστερον. Τοιγάρτοι καὶ ἐκτετίκασι μὲν τῶν πλημμελημάτων τὰς δίκας. Κακοὶ γὰρ κακῶς ἀπολώλασι. Πλὴν οὐκ εἰς ἅπαν. Ἠλένηται γὰρ, καὶ σέσωσται τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν. βʹ. Ὅτι τοίνυν ταῦτα τοῦτον ἕξει τὸν τρόπον κατὰ καιροὺς, ὁ θεσπέσιος Ἰακὼβ ἐδιδάσκετο, Θεοῦ τὸ χρῆμα διαμορφοῦντος ἀστείως. Καὶ ὅπως, ἐρῶ, ἀνατιθεὶς δὲ ἀναγκαίως τὰ ἐξ ἱερῶν Γραμμάτων· ἔχει δὲ οὕτως· Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβὼ[χ], καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ, ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σού ἐστιν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομα σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀπάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; Καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν αὐτὸν τὸ εἶδος τοῦ Θεοῦ. Αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ. ∆ιεβίβασε τὸν Ἰαβὼχ, ἤτοι τὸν χειμάῤῥουν, ὁ θεσπέσιος Ἰακὼβ πάντα τὰ αὐτοῦ, καὶ αὐτὸς ἀπομεμένηκε μόνος. Εἶτα τὸ χρῆμα, πῶς οὐκ ἄξιον ἰδεῖν; Φέρε οὖν καταθρήσωμεν τὴν αἰτίαν. Κατ' εὐθὺ γὰρ οὗτος ὁ λόγος ἡμῖν τῶν πνευματικῶν οἰχήσεται. γʹ. Ἐν Ἐδὼμ καὶ Σηῒρ κατῴκησεν Ἡσαῦ, καὶ κατεκράτει τῆς γῆς, καὶ ἐν δυναστείαις ἦν ταῖς οὐκ ὑπὲρ χεῖρα τὴν Ἰακώβ. Ἐπειδὴ δὲ τῆς τῶν ποταμῶν 69.269 ἀπαίροντι μέσης καὶ τῆς τοῦ Λάβαν ἑστίας, καὶ εἰς τὴν πατρῴαν ἐλθεῖν διασπεύδοντι γῆν, πᾶσά πως ἦν ἀνάγκη δι' Ἐδὼμ ποιεῖσθαι τὴν ἀποδρομὴν, οἰκονομικωτάτως λίαν τὴν πρὸς τὸν ἀδελφὸν εἰρήνην ἠσπάζετο, καὶ δὴ καὶ ἀγγέλους ξενίας ἅμα λαμπρὰς προβαδίζειν εἶπεν, ὅτι καὶ αὐτὸς ὀψόμενος