1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

94

«κοσμοκράτορες» καὶ «τὰ πνευματικὰ τῆς πονηρίας» ὅ τε ἐπὶ πᾶσιν αὐτοῖς τῆς κακίας ἐξάρχων θεῶν οἱ μέγιστοι παρὰ τοῖς πᾶσιν ἐνομίζοντο ἥ τε τῶν πάλαι νεκρῶν μνήμη τῆς μείζονος ἠξιοῦτο θε5.2.5 ραπείας. ὧν τὰς μὲν τῶν σωμάτων ἰδέας οἱ τῶν κατὰ πόλεις ἀφιε ρωμένων εἰκόνων φέρειν ἐδόκουν τύποι, τὰς δὲ ψυχὰς καὶ τὰς ἐνθέους καὶ ἀσωμάτους δυνάμεις οἱ φαῦλοι δαίμονες καθυπεκρίνοντο διὰ πολλῆς τῆς τερατοποιίας, καὶ αὐτῶν ἤδη τῶν θεραπευόντων καὶ ἱερωμένων αὐτοῖς ἐπὶ τὸ μεῖζον αἰεὶ τὸν ἐκ τῆς φαντασίας τῦφον ἐπαγόντων καὶ δὴ καὶ γοητικαῖς κακοτεχνίαις τὰ πολλὰ συσκευαζόντων, τῆς καὶ τούτων διδασκαλίας αὐτῶν πάλιν τῶν φαύλων δαιμόνων τοῖς θεραπεύουσι προκαταρξάντων. οἵδε γοῦν καὶ τῆς ἀρχεκάκου γοητείας παντὶ τῷ τῶν ἀνθρώπων βίῳ κατέστησαν αἴτιοι, ὡσπεροῦν ὁ πρὸ τούτου διήλεγξεν λόγος. 5.3.1 γʹ. ΟΤΙ ΠΟΛΥΣΧΙ∆ΗΣ ΚΑΙ ΠΟΛΥΓΝΩΜΩΝ Η ΠΕΡΙ ΘΕΩΝ ΤΟΙΣ ΕΛΛΗΣΙΝ

ΣΥΝΕΣΤΗ ∆ΕΙΣΙ∆ΑΙΜΟΝΙΑ Τούτων τοιγαροῦν τῶν μοχθηρῶν καὶ περιγείων δαιμόνων τῶν τε ἀερίων καὶ καταχθονίων πνευμάτων, οὓς «κοσμοκράτορας» καὶ «πνευματικὰ πονηρίας ἀρχάς» τε καὶ «ἐξουσίας» οἱ θεῖοι λόγοι προσαγορεύουσιν, τοτὲ μὲν [εἰς] ἀγαθοὺς δαίμονας ὑποκρινομένων, τοτὲ δὲ εἰς οὐρανίους θεοὺς σχηματιζομένων καὶ πάλιν ἄλλοτε εἰς ἥρωας μεταμορφουμένων, ἔστιν δ' ὅπη ἄντικρυς διὰ τῶν δρωμένων τῆς μοχθηρίας τὸ δεῖγμα παραφαινόντων, εἰκότως πολὺς ὁ πλάνος ἀνθρώποις ἔτι μᾶλλον ἐπῄει, τῶν μὲν θεοὺς εἶναι, τῶν δὲ ἥρωας καὶ δαίμονας, ἀλλ' οὐ θεοὺς ὑπάρχειν ὁμολογούντων καὶ τῶν δαιμόνων τοὺς μὲν ἀγαθοὺς ἐπιφημιζόντων, τοὺς δὲ φαύλους ἐπικαλούντων, πλὴν ἀλλὰ δεῖν φασκόντων καὶ τοὺς φαύλους ἐξιλεοῦσθαι διὰ τὰς ἐξ αὐτῶν βλάβας, ὥστε τὴν πᾶσαν αὐτοῖς θεοποιίαν εἰς εἴδη πλείονα καταπίπτειν· 5.3.2 πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων κατ' οὐρανὸν φωστήρων, οὓς καί φασι διὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, διά τε τὸ αἰτίους εἶναι τοῦ θεωρεῖν τὰ ὁρώμενα πρώτους θεοὺς ἀνηγορεῦσθαι· δεύτερον τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον, ὥς φασιν, εὐεργεσίας ἐκτετιμημένον, ὃ δὴ ἐξ ἀνθρώπων γεγενῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσι, τοὺς καλουμένους ἥρωας, παραφέροντες Ἡρακλέα καὶ ∆ιοσκού5.3.3 ρους ∆ιόνυσόν τε καὶ τοὺς παρὰ βαρβάροις ὁμοίους. ἐξ ὧν ἀφορίσαντες καὶ διαστειλάμενοι τὰ περὶ τῶν αὐτῶν αἰσχρότερα μνημονευόμενα τρίτον εἶδος θεοποιίας ὑπέθεντο, μυθικὸν αὐτὸ ἐπικαλέσαντες. ὃ δὴ ἐπαισχυνθέντες, καίπερ ἀληθὲς καὶ παλαίτατον τυγχάνον, ἐπὶ τὸ φυσικώτερον, ὥς φασι, μεταβεβλήκασι τροπικωτέραις ἀλληγορίαις, θεωρίας δή τινας εὑρησιλογή5.3.4 σαντες. ἀλλ' οὐδ' εἰς τοῦτο πλάνης αὐτοῖς ἀπήρκει στῆναι, ἤδη δὲ καὶ μέχρι τῶν οἰκείων παθῶν τὸ σεβάσμιον καὶ προσκυνητὸν ὄνομα τοῦ θεοῦ καταβαλόντες τέταρτον θεοποιίας προσεπενόησαν τρόπον, οὐδὲ ἀντιρρή5.3.5 σεως ἄξιον τῷ καὶ αὐτὸν προφανὲς ἐπάγεσθαι τὸ αἶσχος· εἰ δή τινα Ἔρωτα καὶ Ἀφροδίτην καὶ Πόθον, τὰς αἰσχρὰς καὶ ἀκολάστους αὐτῶν ἐπιθυμίας, θεοὺς ἀνειπόντες καὶ τὸν μὲν λόγον Ἑρμῆν, τὸν δὲ λογισμὸν Ἀθηνᾶν ἐπονομάσαντες καὶ ταῦτα τῇ οἰκείᾳ παρειλήφασιν θεολογίᾳ, ὡς καὶ τὸ πέμπτον ἐκ τῶν ἐν ἀνθρώποις γιγνομένων πραγμάτων ἀναπλασάμενοι. 5.3.6 τὰς γὰρ ἐνεργείας τάς τε πολεμικὰς καὶ τὰς τεχνικὰς ἀνειδωλοποιήσαντες θεοῖς ἀπένειμαν, Ἄρει μὲν καὶ Ἀθηνᾷ τὰς πολεμικάς, Ἡφαίστῳ δὲ καί τισιν5.3.7 ἑτέροις τὰς τεχνικάς. ἐπὶ πᾶσι τούτοις ἕκτον καὶ ἕβδομον εἶδος αὐτοῖς τὸ δαιμονικὸν παρεισήχθη, πολύτροπον ἀληθῶς τυγχάνον καὶ πολύμορφον, τοτὲ μὲν θεοὺς ὑποκρινόμενον, τοτὲ δὲ ψυχὰς τεθνηκότων, καὶ μηδὲν μὲν ἡμῖν εἰς ἀρετὴν ψυχῆς συμβαλλόμενον, ἐπιτωθάζον δὲ ἀεὶ καὶ κατὰ κρημνῶν 5.3.8 φέρον διὰ τῆς ἀπατηλοῦ