βασιλείαν καταλύσας καὶ πάσης τῆς γῆς κρατήσας, ἐν Βαβυλῶνι τελευτήσας, διαιροῦνται τὴν βασιλείαν οἱ παῖδες αὐτοῦ, ὡς καὶ πρόσθεν εἴρηται. οἱ τοίνυν Περσῶν βασιλεῖς ἀπὸ Ναβουχοδονόσωρ καὶ τῶν υἱῶν αὐτοῦ εἰσιν οἵδε· ∆αρεῖος ὁ Ἀστυάγης ὁ καὶ Ἀρταξέρξης 285 ἐβασίλευσεν ἔτη ιζʹ, Κῦρος λβʹ, Καμβύσης ιηʹ, Σπέρδιος ὁ μάγος μῆνας ζʹ, ∆αρεῖος Ὑστάσπου ἔτη κʹ, Ξέρξης υἱὸς αὐτοῦ ἔτη κεʹ, Ἀρταβάνης μῆνας ϛʹ, Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μαʹ, Ἀρταξέρξης ὁ δεύτερος μῆνας βʹ, Σογδοάνης μῆνας ζʹ, ∆αρεῖος ὁ Νόθος ἔτη ιθʹ, Ἀρταξέρξης υἱὸς αὐτοῦ μʹ, Ἀρταξέρξης ὁ καὶ Χόος κζʹ, Ἄρσης ὁ καὶ Χοῦ δʹ, ∆αρεῖος Ἀρσάμου ϛʹ. ὃν Ἀλέξανδρος ἀνελών, ὡς ἔφην, καθεῖλε τὴν βασιλείαν Περσῶν διαρκέσασαν ἔτεσι σμʹ. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· τῆς δὲ προτέρας ἀκολου θίας ὡς ὑπεσχόμεθα πάλιν ἐφαψώμεθα. οἱ οὖν παῖδες καὶ μεγιστάνες Ἀλεξάνδρου τὴν βασιλείαν αὐτοῦ διελόμενοι, τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ἐβασίλευσεν ὁ Λαγοῦ καὶ οἱ καθε ξῆς Πτολεμαῖοι ιγʹ ἕως Κλεοπάτρας θυγατρὸς ∆ιονυσίου, τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος ἐκράτησεν, τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ἐβασίλευσεν ὁ Νικάνωρ, ὃς καὶ πόλεις δύο κτίσας εἰς τὰ μέρη Κιλικίας καὶ ἄλλην ἐν Συρίᾳ τὴν μὲν Σελεύκειαν ἐκάλεσεν, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς αὐτοῦ Λαοδικείας. ἐφ' οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα τοῦ Ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν Κολοσ σόν, ἀφ' οὗ καὶ αὐτοὶ Κολασσαεῖς ὠνομάσθησαν.
286 [Βιβλίον Ζʹ.] [αʹ. Περὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς.] Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος
υἱὸς αὐτοῦ καὶ ἄλλοι πέντε. εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανὴς υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὑφ' οὗ γέγονεν ἡ δευτέρα ἅλωσις τῆς Ἱερουσαλὴμ καὶ τὰ κατὰ Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύνθη κατὰ τὴν τοῦ ∆ανιὴλ πρόρρησιν. φησὶ γὰρ ὁ προσδιαλεγόμενος αὐτῷ ἀρχάγγελος περὶ τῶν τριῶν ἥμισυ ἐνιαυτῶν τῆς αἰχμαλωσίας ταύτης· καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ τοῦ δοθῆναι τὸ βδέλυγμα τῆς ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα. εἶτα τὴν λύσιν τῶν κακῶν εὐαγγελιζόμενος ἐπάγει λέγων· μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας χιλίας τλεʹ. περὶ ἧς ἁλώσεως οὕτω πάλιν γέγραπται· καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου ∆αρεῖον τὸν βασιλέα Περσῶν καὶ Μήδων καὶ βασιλεῦσαι ἀντ' αὐτοῦ καὶ πολλοὺς ποιῆσαι πολέμους καὶ κρατῆσαι ὀχυρωμάτων μεγάλων καὶ σφάξαι βασιλεῖς πολλοὺς τοπάρχας τε καὶ στρατηγοὺς καὶ σατράπας καὶ τυράννους καὶ φθάσαι ἕως ἄκρων τῆς γῆς καὶ πλοῦτον ἄπειρον συλλέξαι μηδενὸς ἀνθεστηκότος, ὑψώθη ἡ καρδία αὐτοῦ σφόδρα καὶ ἦρξε χωρῶν ἐθνῶν καὶ τυράν νων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. καὶ μετὰ ταῦτα πεσὼν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ γνοὺς ὅτι ἀποθνήσκει προσεκαλέ σατο τοὺς ἐνδόξους καὶ συνεκτρόφους αὐτοῦ, καὶ διελὼν αὐτοῖς τὴν βασιλείαν ἀπέθανε βασιλεύσας ἔτη ιβʹ. καὶ 287 περιθέμενοι οἱ παῖδες αὐτοῦ ἕκαστος διαδήματα καὶ βασι λεύσαντες, ἐπλήθυναν ἐν τῇ γῇ τὰ κακά. ἀφ' ὧν ἐξῆλθε ῥίζα ἁμαρτωλός, Ἀντίοχος ὁ Ἐπιφανής, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὃς ὑπάρχων δεινὸς ἀνὴρ καὶ πλεονέκτης καὶ πολλὰς ἁρπαγὰς καὶ λεηλασίας ποιήσας συνήγαγεν ἀργύριον καὶ χρυσίον, πλῆθος ἀμύθητον, καὶ πρὸς τούτοις ἐκ πολλῆς ἀκολασίας καὶ οἰστρηλασίας εἰς τοὺς μίμους ἑαυτὸν καθεὶς ἐν ὄψει πάντων ἀναιδῶς ταῖς γυναιξὶν ἐπεμαίνετο. ᾧ καὶ κατὰ πρόσωπον τῆς βασιλείας χωρούσης, κρατῆσαι τῆς Αἰ γύπτου προσώρμησεν, ὅπως μίαν βασιλείαν ποιήσῃ τήν τε Ἀντιόχειαν καὶ τὴν Αἴγυπτον. καὶ δὴ καταλαβὼν τὴν Αἴ γυπτον ἐν ὄχλῳ βαρεῖ καὶ ἐν ἅρμασι καὶ ἐλέφασι καὶ στόλῳ μεγάλῳ συνάπτει μάχην πρὸς Πτολεμαῖον βασιλέα