94
αὐτοὺς φιλοφροσύνης ἕνεκα καλεῖν, ἢ αὐτοὺς ἔξω πρὸς αὐτὸν ἐλθεῖν τῆς αὐτῆς ἕνεκα αἰτίας. ἀλλὰ ταῦτα μὲν ἐμοὶ παίζοντι μᾶλλον, ἔφη, λέλεκται ῥᾳστώνης χάριν. βασιλεὺς δὲ ὑμῖν μηνύει, ὡς, ὁ ἐμὸς πάππος καὶ βασιλεὺς ὑπὸ τῶν ἐμὲ πρὸς αὐτὸν διαβαλλόντων ἐναχθεὶς, τὰς μὲν συνθήκας, ἃς πρὸς ἀλλήλους τῆς εἰρήνης ἕνεκα ἐθέμεθα, διαλύσας, τὸν πόλεμον τουτονὶ κεκίνηκε κατ' ἐμοῦ μηδὲν μήτε ἀδικήσαντος, μήτε παραβεβηκότος τὰς συνθήκας. καὶ πολλὰ πολλάκις ἐμοῦ δεηθέντος καὶ πάντα κάλων κινήσαντος ὥστε μὴ λυθῆναι τὴν εἰρήνην, οὐκ ἠνέσχετο αὐτὸς, ἐμοὶ δοκεῖν, ἀποβλέπων πρὸς ὑμᾶς καὶ ἐλπίζων, ῥᾳδίως ἂν ἐμὲ κατεργάσεσθαι ἐν τῷ πολέμῳ δι' ὑμῶν. ἐπεὶ δὲ, ὡς ὁρᾶτε, οὐχ ᾗ αὐτὸς προσεδόκα τὰ πράγματα ἀπέβη, ἀλλὰ καὶ ἣν εἶχε πρὸς ὑμᾶς ἤδη βεβαίως περιῄρηται ἐλπὶς, δέομαι ὑμῶν, τοῦ κοινοῦ παν 1.265 τὸς τῶν Ῥωμαίων ἔλεον λαβόντας, οὕτω δεινῶς ὑπ' ἀλλήλων φθειρομένων διὰ τὸν πόλεμον ἡμῶν τὸν πρὸς ἀλλήλους, πέμψαι πρὸς βασιλέα τινὰ διδάξοντα περὶ τῶν ἐνταυθοῖ πραγμάτων τἀληθές. οἴομαι γὰρ, ἂν πύθηται τὰ ἐνταῦθα πράγματα οἷ κεχώρηκε, μᾶλλον ὑφήσειν τῆς πρὸς ἐμὲ ὀργῆς καὶ τὸν πόλεμον ἐθελήσειν καταθέσθαι, οὐκέθ' ὁμοίως ὥσπερ καὶ πρότερον τὰς πρὸς τὸν πόλεμον ἐλπίδας ἔχων. ἐγὼ δὲ πρῶτον μὲν ἄπρακτος καθεδοῦμαι, μηδὲν κινῶν ὅσον ἂν συμβῶμεν χρόνον, ἕως ἂν ὁ πεμφθεὶς πρὸς βασιλέα ἐπανήξῃ. κἂν μὲν αὖθις ὁ βασιλεὺς μὴ προσδέξηται τὴν εἰρήνην, ἅπτεσθαι τοῦ πολέμου· ἂν δὲ, θεοῦ συνευδοκοῦντος, τὸν πόλεμον ἐθελήσῃ καταθέσθαι, παρέξομαι ὑμῖν ἐγὼ πίστεις ἰσχυρὰς δι' ὅρκον τοῦ μηδενὶ μνησικακήσειν, εἴ τις καὶ τοῦ παρόντος ἔδοξεν αἰτιώτατος γενέσθαι πολέμου, ἀλλὰ πᾶσιν εὐμενῶς διατεθεὶς, ἀσφάλειαν καὶ ἀμνηστίαν παρέξειν τῶν κακῶν.» Τοιαῦτα μὲν πρὸς αὐτοὺς ὁ Λουκᾶς ἐκ βασιλέως εἶπε τοῦ νέου. οἱ δὲ μεταστήσαντες αὐτὸν ἐπὶ μικρὸν, ὥστε βουλεύσασθαι ἐφ' ἑαυτῶν, πάλιν μετακαλεσάμενοι, μὴ δύνασθαι μηδὲν εἶπον ὧν βασιλεὺς προκαλεῖται πρᾶξαι. τό,τε γὰρ ἐκεῖνον εἰς τὴν πόλιν δέξασθαι παντελῶς ἔξω καιροῦ· αὐτοί τε οὐκ ἐξελεύσονται μάχῃ διακριθῆναι πρὸς αὐτόν. εἰ γὰρ ἔμελλον, τῇ προτεραίᾳ ἂν ἅμα τῷ αὐτὸν ἐλθεῖν ἡ μάχη συνήφθη· ἂν δέ τις αὐτοῖς ἐπίῃ, ἀμυνοῦνται ἀναγκαίως ἀπὸ τῶν τειχῶν. τό γε μὴν εἰς Βυζάντιον πρὸς βασιλέα ἀποστεῖλαι τὸν ἀπαγγελοῦντα 1.266 περὶ τῶν ἐνταυθοῖ πραγμάτων οὐ προσήκειν αὐτοῖς. ὑποχείριοι γὰρ ὄντες βασιλέως, νῦν τε ἃ προσετάχθησαν ποιεῖν καὶ εἰς τοὐπιὸν ἅττα ἂν τὰ πράγματα καὶ ὁ καιρὸς ὑφηγεῖται πράξειν· αὐτῷ δὲ ἐξεῖναι ἃ βούλοιτο καὶ νομίζοι λυσιτελοῦντα ἑαυτῷ ταῦτα καὶ ποιεῖν. τοιαῦτα μὲν οἱ τοῦ πρεσβυτέρου βασιλέως ἀπεκρίναντο στρατηγοί. ἐπεὶ δὲ ὁ Λουκᾶς ἐλθὼν ἀπήγγειλε ταῦτα τῷ νέῳ βασιλεῖ, συναγαγὼν τοὺς ἐν τέλει πάντας, ἐβουλεύετο ὅ,τι δέοι ποιεῖν αὐτούς. συνεβούλευε δὲ ὁ μέγας δομέστικος ἀναχωρεῖν, καὶ μὴ πονεῖν εἰκῆ καὶ μάτην, τῶν δεόντων πράττοντας οὐδέν. οὔτε γὰρ αὐτοὺς Φερὰς δυνατὸν παραστήσασθαι τειχομαχίᾳ· ἥ τε ἔνδον ἅμα στρατηγοῖς πολιορκουμένη στρατιὰ οὐδ' ἂν αὐτοὶ ἀρνηθεῖεν τὸ μὴ οὐκ ἐκ παρατάξεως τολμῆσαι ἄν ποτε εἰς χεῖρας αὐτοῖς ἰέναι. καίτοι γε εἴποι τις ἂν, ὡς οὐ χρὴ πιστεύειν τοῖς τῶν πολεμίων λόγοις ἀεὶ τἀναντία λεγόντων ὧν διανοοῦνται πράττειν· ἐγὼ δὲ ἐκ τῶν πραγμάτων αὐτῶν, ἀλλ' οὐκ ἐξ ὧν ἐκεῖνοι λέγουσι, στοχάζομαι πολιορκεῖσθαι μᾶλλον ἢ μάχεσθαι ἡμῖν αἱρουμένους. ὅτε τοίνυν οὔτε βίᾳ ἑλεῖν αὐτοὺς ἐγχωρεῖ τειχήρεις ὄντας, οὔτε μηχανῇ τινι καὶ στρατηγίᾳ τῶν τειχῶν ἀποστήσαντας ἀναγκάσαι μάχεσθαι ἡμῖν, οὐκ ἀναγκαῖον ἐνταῦθα τόν τε χρόνον παραναλίσκειν ἐν ᾧ τῶν δεόντων ἐξέσται τι πρᾶξαι, καὶ τὴν στρατιὰν ἀνονήτοις κατατείνειν πόνοις. ἀλλ' ἀπαγαγόντας ἐντεῦθεν, ὅπου τῶν ἐπιτηδείων τὴν ἀποκομιδὴν ἕξουσι ῥᾳδίαν στρατοπεδεῦσαι· εἶθ' ἑξῆς ἃ δοκεῖ λυσιτελεῖν ἐκ τῶν παρόντων πράττειν. τοιαῦτα τοῦ μεγάλου δομεστίκου βουλευσαμένου, ὅ,τε βασιλεὺς τὴν 1.267 βουλὴν ἐπῄνει καὶ οἱ ἐν τέλει συνεπεψηφίζοντο πάντες. καὶ ἀναστρέψαντες ἐκεῖθεν, ἐστρατοπεδεύσαντο πάλιν ἐν