94
παρῆν Γωβρύας ̓Ασσύριος πρεσβύτης ἀνὴρ σὺν ἱππικῇ θεραπείᾳ, καὶ τὸν Κῦρον ῃτει θεάσασθαι. ηχθη ουν πρὸς αὐτὸν καὶ ειπεν "ω δέσποτα, ἐγώ εἰμι τὸ μὲν γένος ̓Ασσύριος, εχων καὶ τεῖχος ὀχυρόν, καὶ χώρας αρχω πολλῆς· εχω δὲ καὶ ιππον εἰς χιλίαν, ην τῷ τῶν ̓Ασσυρίων βασιλεῖ παρειχόμην, καὶ φίλος ην ἐκείνῳ ὡς μάλιστα. ἐπεὶ δ' ὁ μὲν τέθνηκεν ὑφ' ὑμῶν, ὁ δὲ παῖς ἐκείνου τὴν ἀρχὴν εχει, εχθιστος ων ἐμοὶ οτι τὸν μόνον μοι καὶ φίλον παῖδα φθονήσας ἀπέκτεινεν, ηκω πρὸς σὲ καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τιμωρὸν αἰτοῦμαι γενέσθαι μοι." Κῦρος δὲ ἀπεκρίνατο "ηνπερ, ω Γωβρύα, οσα φὴς καὶ φρονῇς, δέχομαί τε ἱκέτην σε καὶ τιμωρήσειν σοι τοῦ παιδὸς τὸν φόνον σὺν θεοῖς ὑπισχνοῦμαι." ὁ δέ "ἐπὶ τούτοις" εφη "ἀληθεύων ἐγὼ δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν." ̓Επεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι κελεύει τὸν Γωβρύαν εχοντα καὶ τὰ οπλα. καὶ ὁ μὲν ἀπῄει· οἱ δὲ Μῆδοι παρῆσαν ἐξῃρηκότες Κύρῳ τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, η καλλίστη λέγεται ἐν τῇ ̓Ασίᾳ γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ δύο τὰς κρατίστας, καὶ Κυαξάρῃ τὰ δεύτερα· τὰς δὲ περισσὰς σκηνὰς Κύρῳ παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο. ὁ δὲ Κῦρος τὰ μὲν τοῦ Κυαξάρου φυλάττειν ἐκέλευσε τοὺς ἐκείνου οἰκειοτάτους, καί "οσα ἐμοὶ δίδοται, ἡδέως" εφη "δέχομαι." καλέσας δὲ ̓Αράσπην Μῆδον, ος ην αὐτῷ ἐκ παίδων ἑταῖρος, 1.237 ἐκέλευσε διαφυλάξαι αὐτῷ τὴν γυναῖκα καὶ τὴν σκηνήν. ην δὲ αυτη μὲν γυνὴ ̓Αβραδάτου τοῦ Σούσων βασιλέως, ος ἁλισκομένου τοῦ στρατοπέδου οὐ παρῆν, πεμφθεὶς περὶ συμμαχίας παρὰ τοῦ ̓Ασσυρίου πρὸς τὸν Βακτρίων βασιλέα, ξένος ων ἐκείνῳ. Πρωὶ δὲ ἀναστάντες ἐπορεύοντο πρὸς Γωβρύαν Κῦρος εφιππος καὶ οἱ Περσῶν ἱππεῖς γενόμενοι εἰς δισχιλίους. δευτεραῖοι δὲ ἀμφὶ δείλην γίνονται εἰς τὸ Γωβρύα χωρίον αὐτοὶ καὶ οἱ σύμμαχοι. μαθὼν ουν ἐκεῖ οτι τοῖς ̓Ασσυρίοις ἐν Βαβυλῶνι πολλαπλασία τῆς πρῴην δυνάμεως παρεσκεύασται, "αγε ἡμᾶς εὐθὺ τὴν ἐπὶ Βαβυλῶνος" εφη. ὡς δὲ πορευόμενοι τεταρταῖοι πρὸς τοῖς ὁρίοις τῆς Γωβρύου χώρας ἐγένοντο, καὶ ἐν τῇ πολεμίᾳ ηδη ἐτύγχανον, τοὺς μὲν πεζοὺς καί τινας τῶν ἱππέων κατέσχε πρὸς ἑαυτόν, τοὺς δ' αλλους ἱππεῖς ἀφῆκε καταθεῖν, κελεύσας τοὺς μὲν οπλα εχοντας τῶν ἐντυγχανόντων αὐτοῖς κατακαίνειν, τοὺς δ' αλλους καὶ λείαν οσην αν λάβωσι πρὸς αὐτὸν αγειν. ἐκέλευσε δὲ καὶ τοὺς Πέρσας συγκαταθεῖν. καὶ ηκον πολλοὶ μὲν αὐτῶν κατακεκυλισμένοι ἀπὸ τῶν ιππων, πολλοὶ δὲ λείαν οτι πλείστην αγοντες. ειτα πρὸς Βαβυλῶνα ῃει ωσπερ ἐν μάχῃ παραταξάμενος. ὡς δ' οὐκ ἀντεξῄεσαν οἱ ̓Ασσύριοι, ἐκέλευσεν ὁ Κῦρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν, εἰ βούλεται ὁ βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, καὶ αὐτὸς σὺν ἐκείνῳ μάχοιτο αν· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, οτι ἀνάγκη τοῖς κρατοῦσι πείθεσθαι. ὁ μὲν δὴ Γωβρύας προσελάσας ταῦτα ειπεν· ὁ δ' ̓Ασσύριος πέμψας ελεγεν "ὁ δεσπότης ὁ σός, ω Γωβρύα, ἀνταποκρίνεται, ἐὰν βούλησθε μάχεσθαι, ηκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δ' ουπω ἡμῖν σχολή· ετι γὰρ παρασκευαζόμεθα." 1.238 Καὶ ὁ μὲν ἀπήγγειλε ταῦτα τῷ Κύρῳ· ὁ δὲ ἀπήγαγε τὸ στράτευμα, καὶ τὸν Γωβρύαν περὶ τοῦ Γαδάτου ἠρώτα. ὁ δὲ Γαδάτας βασιλέως τινὸς ην υἱός, ἑταῖρος τοῦ ̓Ασσυρίου, ον συμπίνοντα αὐτῷ συλλαβὼν ἐξέτεμε καὶ ἐκτομίαν ἐποίησεν· ος τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος τότε τὴν βασιλείαν ειχεν εὐνοῦχος ων. πρὸς τοῦτον ουν ἀπιέναι τὸν Γωβρύαν ηθελε καὶ αγειν πρὸς ἑαυτόν. ὁ δὲ ἀπῆλθε. καὶ ἐντυχὼν καὶ οσα παρὰ Κύρου ἐνετάλθη εἰπὼν ὁ μὲν ἐπανῆλθεν, ὁ δὲ Γαδάτας τῷ ̓Ασσυρίῳ συμμαχεῖν προσποιούμενος, καὶ φρούριόν τι τοῦ ̓Ασσυρίου πρόβολον ον τοῦ πολέμου δόλῳ κατασχών, καὶ τῷ Κύρῳ αὐτὸ παραδούς, ηλθε καὶ αὐτὸς πρὸς Κῦρον. καὶ δεξιωθείς "ω Γαδάτα" ηκουσε, "παῖδας μέν, ὡς εοικε, ποιεῖσθαί σε ἀφείλετο ὁ ̓Ασσύριος, οὐ μέντοι καὶ κτᾶσθαι φίλους ἐστέρησεν." ὁ μὲν ουν τοιαῦτα ειπε. τοῦ δὲ φρουρίου ὑπὸ τὸν Κῦρον γεγενημένου, καὶ Καδούσιοι καὶ Σάκαι καὶ ̔Υρκάνιοι πλείους συνεστρατεύοντο αὐτῷ· καὶ ἐπὶ τούτοις προσέρχεται Κύρῳ ὁ Γαδάτας λέγων ὡς ὁ