1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

94

ἀλλοιούσης. Ὁ σπόρος τοῦ οἰκοδεσπότου ἐστίν· ἐκ δὲ τοῦ σίτου ὁ ἄρτος γίνεται. Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥίζα τῶν περὶ τὸν βίον πλημμελημάτων ἐστὶν ἡ περὶ τὸν λαιμὸν ἀσχολία; 95.1340 Φαγὼν, καὶ πιὼν, καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ. Ἀπόκρημνος γάρ ἐστιν ὁ τόπος τῆς τρυφῆς. Σύνδρομον ἀεί πώς ἐστι ταῖς τρυφαῖς τὸ φιλήδονον, καθὰ καὶ αὐτός φησιν ὁ Ἰσοκράτης. Πλοῦτος κακίας μᾶλλον ἢ καλοκαγαθίας ἐστὶν ὑπηρέτης. Ἀφεκτέον βρωμάτων, οὐ δι' αὐτὰ, ἀλλὰ διὰ τὰς ὑπ' αὐτῶν βλάβας. Ὁ τῆς γαστριμαργίας λογισμὸς τέλος ἔχει τὸ τῆς πορνείας· τὸ δὲ τῆς πορνείας, τέλος ἔχει τὸ τῆς λύπης. Φάγε τὴν χρείαν· οὐ γὰρ κεκώλυται ἡ μετὰ συμμετρίας μετάληψις. Φάγε οὖν εὐχαρίστως, ἀλλὰ μὴ καταφάγῃς. Οἱ γὰρ καταφαγάδες μεμίσηνται. Πᾶς ἄνθρωπος ἄπληστος καὶ ἀκόρεστος, ἀτιμίαν καὶ πάθη ἐπίσταται διὰ γαστριμαργίας. Οὐκ ἀγαθὸν ἀνθρώπῳ γνωστικῷ τε καὶ σώφρονι ἑλομένῳ ὑπὲρ τὸ δέον σιτεύεσθαι. Πᾶν τὸ ὑπὲρ τὴν χρείαν, ἀχρεῖον καθίσταται. Οὐκ οἶσθα, ὅτι ὑπὲρ τὸ δέον βεβρωκὼς Ἰσραὴλ, ἀπελάκτισε καθάπερ ἡμίονος, καὶ ἀπέστη τοῦ τρέφοντος; -Μὴ βαρυνέσθω τὸ σῶμα τοῖς ἀμέτροις βρώμασίν τε καὶ πώμασιν, ἵνα μὴ ἐκ πλησμονῆς νοσήματι βλαβῇς, καὶ τὴν ψυχὴν σκοτασμοῖς περιβάλλῃ, καὶ ταῖς τῶν ἡδονῶν φάλαγξιν ἐκπορευθῇς. -Σαυτὸν ὑπὲρ τὸ δέον σιτεύων, λέληθας τὸν ἐχθρόν σου σιτεύων. Οὐκ ἂν δύναιο τῷ κλύδωνι τῶν παθῶν ἀντιστῆναι, πεφορτωμένος τῇ δαψιλείᾳ τῶν τρυφημάτων. -Παραιτεῖσθε δὲ τὸ τρυφᾷν. Ἕλκει γὰρ εἰς πράξεις, ἀφ' ὧν στεναγμοὶ μετὰ τὴν νῆψιν γίνονται. -Εμφυτον τῇ πλησμονῇ ἡ τοῦ ἑτέρου ἐπιθυμία. - ̓Αναγκαῖον λεπτῦναί σε τὸ παχυνθὲν σαρκίον, διότι παχεῖα γαστὴρ λεπτὸν νοῦν οὐ τίκτει, καὶ μάλιστα ὅτι σχολαστικὸς πολλῆς νήψεως δεῖται. -Φιλήδονος καὶ φιλενδείκτης ὑπάρχων, οὐ μακρὰν ἀφέστηκας τῆς ταρταρείας Χαρύβδεως. -Μὴ ἀγνοήσῃς, ὅτι τῆς εὐφραινομένης εὐδαιμονίας οὐδὲν ὑπάρχει κακοδαιμονέστερον. - Ἔργον ἐστὶ τῆς ἀναιδοῦς γαστρὸς κρατῆσαι. Θεός ἐστι τῶν ἡττωμένων αὐτῆς, καὶ οὐκ ἔστιν ἀθωωθῆναι τὸν ἀνεχόμενον ταύτης.

ΤΙΤΛ. Ι∆ʹ. -Περὶ τῶν τὴν ἑαυτῶν γλῶσσαν φυλαττόντων.

«Οὐ λαλήσει τὰ χείλη μου τὰ ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.» «Φειδόμενος χειλέων, νοήμων ἔσῃ.» «Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν.» «Ἀντιλογίαν πραΰνει σιγηρός.» «Ἀγαπῶν ζωὴν αὑτοῦ, φείδεται στόματος αὑτοῦ.» «Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη ἄπωσαι ἀπὸ σοῦ.» 95.1341 Ἄργυρος πεπυρωμένος, γλῶσσα δικαίου.» Μετὰ δικαιοσύνην πάντα τὰ ῥήματα τοῦ στόματός σου. Οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες.» «Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται αὐτῶν.» «Ἴασις γλώσσης δένδρον ζωῆς· ὁ δὲ συντηρῶν πλησθήσεται πνεύματος.» «Κηρία μέλιτος λόγοι καλοὶ, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς.» «Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα καὶ τὴν γλῶσσαν, τηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.» «Γλῶσσα μαλακὴ συντρίβει ὀστᾶ.» «Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτὴν ἔδονται τοὺς καρποὺς αὐτῆς.» «Μακάριος ἀνὴρ, ὃς οὐκ ὀλισθήσεται ἐν στόματι αὐτοῦ.» «Λάρυγξ γλυκὺς πληθύνει φίλους αὐτῶν.» «Τίς δώσει ἐπὶ τοῦ στόματός μου φυλακὴν, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα, ἵνα μὴ ἐκπέσῃ ἀπ' αὐτῆς, καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;» «Ὁ μισῶν λαλιὰν, ἐλαττοῦται κακίαν.» «Ἀγαθὰ ἐκκεχυμένα, ἐπὶ στόματι κεκλεισμένῳ.» «Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου.» «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.» «Ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι.» «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειός ἐστι, δυνάμενος χαλιναγωγῆσαι τὸ σῶμα.» Τὸ περὶ τὴν φωνὴν ἀσκεῖν σωφρονεῖν, λαγνείας ἐστὶ καρτερία. Οὐκ ἴστε ἡλίκον ἐκ Θεοῦ δῶρον ἡ σιωπή· φθέγγου δὲ, εἴ τι κρεῖττον σιωπῆς ἔχεις. Ἀγάπα δὲ ἡσυχίαν, ἔνθα κρεῖττον λόγου τὸ