πρόδρομα τῶν ἰχνῶν εἴδη, νῦν δὲ τὸ ἐπὶ τοῖς εἴδεσιν εἶδος, οὕτω δὴ καὶ τῷ ποιητῇ ἀθρόον μὲν πάντα, ἡ κάμψις, ἡ τάσις, τὸ «λίγξε», ἡ ἰαχή, ἡ τοῦ βέλους ἐκπήδησις· ἀλλ' αὖθις ἀναλέλυται τὸ ὁμοῦ καὶ τὸ ἓν αὐτῷ τὸ ἐξ ἑνώσεως πολλὰ γίνεται καὶ μέμικται. Ἐνταῦθα τῷ Ὁμήρῳ καὶ τὰ τῆς φιλοσοφίας καὶ τὰ τῆς τέχνης· διεσκεύασται γὰρ αὐτῷ ἡ διήγησις καλοῖς καὶ γλαφυροῖς ὀνόμασι καὶ διῄρηται φιλοσόφως ἡ ἕνωσις· καὶ ὥσπερ τὰ θεῖα οἶδεν ὀνόματα καὶ τὰ ἀνθρώπινα καὶ διαιρεῖ πολλαχοῦ τῶν ἐπῶν καὶ διερμηνεύει, τί μὲν τὸ δαιμόνιον ὄνομα, τί δὲ τὸ ἀνθρωπικόν, οὕτω δὴ καὶ τῆς ἀφώνου ὕλης ἐπίσταται τὴν ἠχώ, καὶ ὅπως μὲν φωνεῖ ἡ νευρά, ὅπως δὲ τὸ τόξον ἠχεῖ, ὅπως δὲ κυμαίνουσα θάλασσα καὶ πεύκη καὶ δρῦς, καὶ τίς θεᾶς φωνὴ λειριόεσσα, καθάπερ δὴ καὶ τἆλλα διαιρεῖν εἴωθε, τοὺς αἴθωνας καὶ ἐμπυριβήτας λέβητας, τοὺς ἀπύρους καὶ ἀνθεμόεντας, τοὺς χρηματιστὰς ἐμπόρους, τοὺς ἐπιβάτας, ὣς δὲ καὶ τοὺς ἐπηβόλους, νῦν μὲν τοὺς ἐπιτυχεῖς, νῦν δὲ τοὺς ξυνιέντας λέγων. καὶ ἵνα μὴ πάντα τὸν Ὅμηρον ἐπεισκυκλήσω τῷ λόγῳ, φιλοτιμότερον ἑρμηνεύων αὐτόν, καὶ τὸ μὲν ὑμέτερον ἐρώτημα οὕτω λέλυται, τὸ δὲ ἐμὸν διαπόρημα πῶς; πολλὰ τῶν πασχόντων οὐκ εὐθὺς τὸ τέλειον ἴσχει πάθος, ἀλλὰ μετὰ τὸ παυθῆναι τοῦ πάσχειν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πανδαρικοῦ τόξου μετὰ τὸ τετάσθαι καὶ «ὁ βιὸς λίγξε καὶ ἡ νευρὴ μεγάλ' ἴαχε». καὶ οὐδὲν ὑμῖν πλέον ἐρῶ, ἵν', εἰ μὲν γνοίητε, ἔχητε τὸ ζητούμενον, εἰ δ' οὖν, παρ' ἐμοῦ λήψοισθε. ἆρ' οὖν οὐχὶ καὶ παρ' ἐμοὶ τόξον ἐμπέπηκται ἐν τοῖς στήθεσι καὶ βέλος ἐκεῖθεν ἅλλεται, καὶ οὐδ' ἐπιλίγδην, ἀλλὰ κατὰ τῆς καρδίας τῶν ἐμῶν ἀκροατῶν καὶ ἀφίεται καὶ στηρίζεται, πλὴν ὅσον οὐχ αἱμάττον, ἀλλὰ καθηδῦνον; καὶ τὰ μὲν τῶν ἐμῶν βελῶν αὐτόθεν ἅλλεται κατ' ἀρρήτους ἐπιβολάς, τὰ δὲ οἷον βεβίασται ταῖς προτάσεσι καὶ τοῖς συμπεράσμασι καὶ τὸ ὅλον εἰπεῖν ταῖς ἀποδείξεσιν. Εἰ μὲν οὖν ἀρκεῖ ταῦτα, μὴ προβιβάσωμεν περαιτέρω τὸν λόγον, εἰ δ' οὖν, ἐν ἑτέρᾳ ἐπιστολῇ προσθήσομεν πλείονα· εἰ δὲ τὰ πλείω τῷ γράμματι ᾔνικται, ἀλλ' εἴη τις καὶ παρ' ὑμῖν Θεμιστοκλῆς ἀναγινώσκων τῶν χρησμῶν τὴν διάνοιαν, εἰ δ' οὖν, ἀφερμηνεύσει ταύτην ὁ Πύθιος. 49 Τοῦ Ψελλοῦ ἐπίλυσις εἰς τοὺς τῆς φιλοσοφίας τρόπουσ Οἱ φιλοσοφίας λόγων ἐρῶντες καὶ τῆς ἐκ τούτων ἡδονῆς ἄκρῳ δακτύλῳ γευσάμενοι, πάσῃ τῇ τοῦ βίου φροντίδι χαίρειν εἰπόντες, σώφρονί τινι μανίᾳ πρὸς τούτους ἐλαυνόμενοι φέρονται καὶ τῇ τῶν ὄντων ἐπιστήμῃ συντόνως ψυχαγωγοῦσιν αὐτῶν τὸν ἔρωτα· ἐπιστήμη δὲ τῶν ὄντων ἡ φιλοσοφία ἐστίν, ὡς σὺν θεῷ μαθησόμεθα. ἐπεὶ τοίνυν καὶ ἡμᾶς σοφὸς ἔρως καὶ πολλὴ προθυμία ἐπὶ τοῦτον διήλασε τὸν ἀναφαίρετον τῆς φιλοσοφίας ἀγῶνα θεῖον, μὴ τὸ παρὸν δυσχερὲς ἐπιλογιζόμενοι, ἀλλὰ πρὸς τὸ πέρας τῆς θείας αὐτῆς ἀποβλέποντες ἐπαγγελίας πάντα μόχθον ἐλάττονα αὐτῆς ἡγησώμεθα. ∆οκεῖ δέ μοι μικρὸν ἀναλαβέσθαι τὴν ἐγκύκλιον ἐξήγησιν Ἀριστοτελικοῖς πειθομένῳ θεσμοῖς· ὡς γὰρ ἐν ἑκάστῳ σχεδὸν πράγματι, οὕτω πρὸ πάσης διδασκαλίας καὶ τέχνης καὶ ἐπιστήμης τέτταρά τινα δεῖ ζητεῖν· εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι, καὶ διὰ τί ἐστιν. Ἐπεὶ δὲ τέχνης καὶ ἐπιστήμης ἐμνημονεύσαμεν, μάθωμεν τί τὸ διάφορον αὐτῶν. καὶ δεῖ γινώσκειν ὅτι ἡ μὲν τέχνη περὶ τὰ ὑλικὰ καὶ φθειρόμενα καὶ μὴ ἀεὶ ὡσαύτως ἔχοντα καταγίνεται, ἡ δὲ ἐπιστήμη περὶ τὰ ἄυλα καὶ ἄψευστα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. καὶ τέχνη μέν ἐστιν ἡ γραμματική, ἡ ῥητορική, ἡ ἰατρικὴ καὶ αἱ τοιαῦται, ὡς περὶ τὰ γεώδη γινόμεναι καὶ πταιστά, ἐπιστήμη δὲ ἡ φιλοσοφία, καθὸ περὶ τῶν ὄντων καὶ ἀεὶ ὡσαύτως ἐχόντων διαλαμβάνει. διαλαβόντες οὖν περὶ διαφορᾶς τέχνης καὶ ἐπιστήμης εἴπωμεν καὶ περὶ τῶν τεττάρων ζητουμένων κεφαλαίων. Ἰστέον ὅτι εἰκότως ταῦτα ζητοῦμεν· τῶν γὰρ πραγμάτων τὰ μέν ἐστιν ἀνύπαρκτα, ὡς τραγέλαφος, σκινδαψὸς καὶ τὰ λοιπὰ ὅσα ἡ ἡμετέρα διάνοια ἀναπλάττει, τὰ δὲ ὕπαρξιν ἔχει. καὶ τούτων αὖθις τῶν ὕπαρξιν