συμβουλῆς ἐσκέλισε γυναῖκα, γυνὴ δ' αὐτὸν κατέβαλε θεὸν σαρκὶ τεκοῦσα, τὸν τῶν ἀνθρώπων λυτρωτήν, τὸν τούτου καθαιρέτην, ἡ μακαρία γυναικῶν, ἡ μήτηρ καὶ παρθένος, ἡ τὴν κατάραν ἄρασα διὰ τῆς εὐλογίας, ἡ τοῖς ἀνθρώποις τὴν χαρὰν τῆς λύπης ἀντιδοῦσα· δῆμον Ἑβραίων ὥπλισε πρὸς φόνον τοῦ σωτῆρος, ἀλλ' εἷς Ἑβραῖος ἤρκεσεν ἀντὶ πολλῶν Ἑβραίων ἀπὸ τοῦ φάρυγγος αὐτοῦ πολλὰς ψυχὰς ἁρπάσαι, Παῦλος ὁ παμφαέστατος φωστὴρ τῆς οἰκουμένης· καὶ τὸν λῃστὴν ἠρέθισεν ἐπὶ τὴν βλασφημίαν, λῃστὴς δὲ πάλιν ἕτερος τὸν λῄσταρχον λῃστρεύει. τί δ' ἂν καὶ τἆλλα λέγοιμι ταύτης τῆς εὐτεχνίας; οὕτως οὖν φαύλης ἡδονῆς τὸν ἄνθρωπον ῥιπτούσης πνευματική τις ἡδονὴ τοῦτον ἐπανεγείρει. Ἔστι καὶ τρίτον αἴτιον ταύτης τῆς μελῳδίας. τῶν γὰρ ᾀσμάτων ὁ ῥυθμὸς ἔστιν ἐκ συμφωνίας, ἡ συμφωνία γίνεται τῆς ὁμονοίας μήτηρ, τῆς δ' ὁμονοίας ὁ δεσμὸς διδάσκει τὴν ἀγάπην· καὶ δείκνυται τὸ μέλισμα πρόξενον τῆς ἀγάπης, εἰς ἓν συνάγον ἄριστα τὰς γλώσσας καὶ τὰς γνώμας καὶ συμβιβάζον εὐφυῶς ὡς ἐν ἁρμολογίᾳ. τί γὰρ ἂν οὕτω δύναιτο τὰς ἔχθρας διαλλάσσειν ὡς ᾆσμα προφερόμενον κοινῶς ὑπὲρ ἀλλήλων; τίς δὲ τοσαύτην ἄνθρωπος ἔσχε μισανθρωπίαν, ὡς φιλεχθρεῖν πρὸς ἀδελφὸν τὸν τούτου συνικέτην, τὸν ὑπὲρ τούτου φέροντα θεῷ τὴν ἱκεσίαν; Τίνες μὲν οὖν εἰσι σκοποὶ τῆς προκειμένης βίβλου, τίνα τὰ ταύτης χρήσιμα καὶ τί τὸ τούτων τέλος, δι' ὅν τε λόγον εὕρηται τὸ μέλος τῶν ᾀσμάτων, ἀρκούντως ἐδιδάξαμεν ἐν τοῖς προειρημένοις. εἰπεῖν δὲ πρόκειται λοιπὸν καὶ τοῖς ἑξῆς τοῦ λόγου, εἰ μόνου τοῦ ∆αυίδ ἐστιν ἡ ψαλμοφόρος βίβλος· τί λέγεται ψαλτήριον, ὅθεν δ' ἡ τούτου λέξις, καὶ τί ψαλτόν, καὶ τί ψαλμός, καὶ τίς ἡ ψαλμῳδία· καὶ ποῖον τὸ διάψαλμα· τί τῆς ᾠδῆς ἡ φράσις, καὶ τί τὸ ῥῆμα βούλεται τῶν ὕμνων καὶ τῶν αἴνων· καὶ τίς ἐξομολόγησις, καὶ ποσαχῶς καλεῖται· ποίαν δ' εὐχῆς καὶ προσευχῆς διαφορὰν καλοῦσι· καὶ τί ψαλμὸς ᾠδῆς ἐστιν οὕτω προγεγραμμένος, καὶ τί σημαίνει τοὔμπαλιν ᾠδὴ ψαλμοῦ κειμένη· πόσοι δ' εὑρίσκονται ψαλμοί, καὶ διὰ τί τοσοῦτοι· καὶ τίς ὁ συλλεξάμενος καὶ τάξας ἐν βιβλίῳ· πόσοι τοῦ μέλους ἀρχῳδοί, καὶ διὰ τί τοσοῦτοι· πόσοι χοροὶ συνέψαλλον τὸ μέλος ὑπ' ἐκείνοις· πόσοι συνίστων τὸν χορόν, καὶ διὰ τί τοσοῦτοι· καὶ τίς ἐστι διαφορὰ τοῦδε τοῦ ψαλτηρίου πρὸς τὰς λοιπὰς κατασκευὰς τῶν μουσικῶν ὀργάνων· καὶ τίς ἐστι τῆς τάξεως τῆς τῶν ψαλμῶν ὁ λόγος καὶ τῆς ἐπί τινων ψαλμῶν κειμένης ἀσαφείας· πόσαι δ' εἰσὶ μεταβολαί, καὶ τίνων ἑρμηνέων τῆς γλώσσης τῆς Ἑβραϊκῆς ἐπὶ τὴν Ἑλληνίδα. Λέγουσι τοίνυν τοὺς ψαλμοὺς παρὰ πολλῶν γραφῆναι, μὴ παρὰ μόνου τοῦ ∆αυὶδ τοὺς πάντας ἐκτεθῆναι· τὸν λόγον δὲ κρατύνουσιν ἐκ τῶν ἐπιγραμμάτων. ἔχουσι γὰρ ἐπιγραφὰς κλήσεων διαφόρων· ἔν τισι μέν ἐστι ψαλμοῖς Ἀσὰφ προγεγραμμένος, ἔν τισι δ' ἐστὶν Ἰδιθούμ, κεῖται δ' Αἰθὰμ ἐν ἄλλοις, ἔν τισι δ' ἂν εὑρήσειας Αἰμὰν Ἰσραηλίτην, ὄψει δὲ πάλιν ἀλλαχοῦ καὶ τοῦ Κορὲ τοὺς παῖδας, ἄλλοις δ' ἐστὶν ἐγκείμενον ὄνομα Σολομῶντος, εὕρηται δέ που καὶ Μωσῆς, ἄνθρωπος τοῦ κυρίου· πάντας δὲ τούτους τοὺς ψαλμοὺς συναγαγεῖν τὸν Ἔσδραν, ὅταν παρῆλθεν ὁ καιρὸς ὁ τῆς αἰχμαλωσίας. οὕτως οὖν φάσκουσί τινες καὶ τούτους ψαλμογράφους· καὶ φέρουσι καὶ τὸν Λουκᾶν συλλήπτορα τοῦ λόγου, ἐν οἷς πως οὗτος ἱστορῶν τὰς ἀποστόλων πράξεις «βίβλον ψαλμῶν» ὠνόμασε, ∆αυὶδ μὴ μνημονεύσας· καὶ τάχα δείκνυσιν αὐτὸς ἐκ τούτου τοῦ λογίου, ὡς οὐκ εἰς μόνον τὸν ∆αυὶδ τὴν βίβλον ἀναφέρει. ἔτι καὶ ταύτην τίθενται τρίτην ἀπολογίαν, τὸ καί τινας ἐν τῶν ψαλμῶν ἐπιγραφὰς μὴ φέρειν, ἑτέρους δ' ἔχειν προγραφάς, καὶ ταύτας βραχυτάτας, μὴ κλήσεις δέ τινων δηλοῦν, ἀλλ' ἀνωνύμους εἶναι· ἐν ἄλλοις δ' ἀλληλούια καὶ μόνον προγεγράφθαι. εἰ γὰρ ὑπῆρχον ῥήματα ∆αυιτικῶν χειλέων, ἐχρῆν, φασί, καὶ τὸν ∆αυὶδ τούτοις ἐπιγεγράφθαι. ἄλλοι δὲ πάλιν λέγουσιν, οἷς καὶ συμφρονητέον, τὴν ὅλην