1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

94

πεποιθὼς αὐτῷ λέγει ὅτι· χωρὶς τῆς ἐμῆς δυνάμεώς σοι πιστεύων ἐλπίζω ὄψεσθαι, δηλονότι τὰ ἀγαθά. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ὅ_τ_ι_ _π_ρ_ὸ_ς_ _θ_ε_ὸ_ν_ _ῥ_ῆ_σ_ι_ν_ _ἀ_ν_έ_λ_α_β_ο_ν_,_ οὐκ ἐφέξω ἀκωλύτως, σὺ διασάφησόν μοι. ὃ δὲ ἐνόησεν ὁ Σύμμαχος, τοῦτό ἐστιν· ἐπειδὴ τὴν ὑπὲρ θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν ὁ Ἐλιούς, οὐκ ἐπέχω, ἀλλὰ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ· ἔλεγξον τὸν λόγον. 34, 32 εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω. εἰπὲ οὖν, φησίν, Ἰώβ, εἰ ἀδίκως λαλῶ, καὶ οὐ προσθήσω τοῖς εἰρημένοις. 34, 33 μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν, ὅτι σὺ ἀπώσῃ; μὴ τῶν ἐμῶν λόγων σὺ τὰς δίκας ἀποτῖσαι μέλλεις; οὐκοῦν μὴ ἀπώσῃ, ἀλλὰ διέλεγξον τὰ εἰρημένα. 34, 33 ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ. σὸν γάρ ἐστιν ἐκλέξασθαι καὶ διευκρινῆσαι, πότερον καλῶς ἢ κακῶς ἐλάλησα, οὐκ ἐμοῦ τοῦ εἰρηκότος. 34, 33 καὶ τί ἔγνως, λάλησον. εἰ οὖν τι πλέον γνωρίζεις, ἀπόκριναι. 297 34, 34 διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα. ὡς τοῦ Ἰὼβ σιωπήσαντος κυροῖ τοὺς ἑαυτοῦ λόγους ὁ Ἐλιοὺς καί φησιν ὅτι· ταῦτα, ἅπερ εἶπον πρὸς σέ, καὶ ἄλλοι συνετοὶ λέξουσί σοι καί, εἴ τις ἀνὴρ σοφὸς ἐπαινετός, τῶν ἐμῶν ἀκούει λόγων. 34, 35 Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε τὰ ῥήματα αὐτοῦ, οὐκ ἐν ἐπιστήμῃ. ἔστιν ἐν λόγοις ἐπιστήμη, ὅταν τις ἐφιστὰς οἷς μέλλει λέγειν μετὰ συνέσεως προφέρῃ τοὺς λόγους, ἐπαινετῶς τὰς πεύσεις καὶ ἀποκρίσεις ποιούμενος. σὺ οὖν, φησίν, ἀσυνέτως καὶ ἀνεπιστημόνως, εἰκῇ καὶ ὡς ἔτυχε λελάληκας. 34, 3637 οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, ἵνα μὴ προσθῶμεν ἐφ' ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ' ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον κυρίου. ἐπειδὴ ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία, συμβουλεύει τῷ Ἰὼβ ὁ Ἐλιοὺς μὴ πολυλογεῖν μηδὲ ὥσπερ οἱ φίλοι ποτὲ μὲν ἀντιλέγειν, ποτὲ δὲ συντίθεσθαι καὶ περὶ τῶν αὐτῶν πολλὰς ποιήσασθαι τὰς διαλέξεις καὶ πεπλανημένας. τοῦτο γὰρ ἀφρόνων ἴδιον, καὶ μάλιστα οὐ χρὴ ταῦτα εἰπεῖν, ὅταν περὶ θεοῦ τις λαλῇ. ἐγὼ γάρ, φησίν, εὐλαβοῦμαι ἐν τοῖς λόγοις, μὴ καὶ περὶ ὧν λαλοῦμεν λόγον 298 ὑφέξωμεν τῷ δικαίῳ κριτῇ καὶ πρὸς τὰς ἐξ ἔργων ἁμαρτίας τὰς ἐκ λόγων προσθήσωμεν· εἰ δὲ καὶ ἐν λόγοις ἐπλημμελήσαμεν, μὴ πάλιν τὰ αὐτὰ φθεγξώμεθα, ἵνα μὴ ταῖς προτέραις καὶ δευτέρας προσθήσωμεν ἁμαρτίας. τοῦτο γὰρ ἔοικε λέγειν τῷ Ἰὼβ ὅτι· ἅπαξ οὐκ ὀρθῶς ἐλάλησας· μὴ καὶ εἰσαῦθις τοιούτους ἐπαγάγῃς λόγους, ἵνα μὴ προσθήσωμεν ἐφ' ἁμαρτίαις ἡμῶν. 299 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΤΕΤΑΡΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι τοῦ θεοῦ; Προθεωρία τοῦ κεφαλαίου προδιεξελθὼν ὁ Ἐλιοὺς περὶ παιδείας θεοῦ τοὺς ἁμαρτάνοντας ἐπιστρεφούσης, εἶτα καὶ κολάσεως ὀλοθρευούσης τοὺς ἀδίκους, νῦν τὸν περὶ μακροθυμίας τοῦ θεοῦ λόγον εἰσάγει καὶ μεγαλοπρεπείας μεμφόμενος τῷ Ἰὼβ ἐφ' οἷς ἔλεγεν· εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι καὶ ἐφ' οἷς ἠθέλησε κριθῆναι πρὸς θεόν. Αἱ λέξεισ 35, 2 τί τοῦτο ἡγήσω ἐν κρίσει; ἢ τοῦτο λέγει ὅτι· τί ἐλογίσω περὶ τῶν κριμάτων τοῦ θεοῦ; ἆρα ὡς δυνάμενος ταῦτα καταλαβεῖν; ἢ ὅτι· τί ἐλογίσω πρὸς θεὸν θέλων κριθῆναι. 35, 2 σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι κυρίου; πῶς ἐτόλμησας δίκαιον σαυτὸν ἀποφῆναι ἐναντίον τοῦ θεοῦ; ὁ μὲν οὖν Ἐλιοὺς οὕτως ὑπέλαβεν εἰρηκέναι τὸν Ἰώβ· οὐδαμῶς δὲ ἀπεφήνατο ἑαυτὸν ἀναμάρτητον, ἀλλ' ὅτι κατὰ δύναμιν πᾶσαν δικαιοσύνην ἐφύλαξεν. περὶ γὰρ τῶν ἐν παραπτώμασιν ἁμαρτημάτων καὶ ἀκουσίων 300 καὶ αὐτὸς ὁμολογεῖ τούτοις ἔνοχος εἶναι, ποῖ μὲν λέγων· ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην, ποῖ δέ· εἰ δὲ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου. 35, 3 ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών; ἀλλ' οὐδὲ ὤφειλες, φησίν, εἰπεῖν· τί ποιήσω ἁμαρτών; οἶδας γάρ, ὃ ποιεῖν ὤφειλες· ἀπέχεσθαι τῆς ἁμαρτίας, δακρύειν, μετανοεῖν, ἱκετεύειν τὸν θεὸν ἀμνηστίαν σοι τῶν παραπτωμάτων παρασχεῖν. ὁ μὲν οὖν Ἐλιοὺς πρὸς τὴν διάνοιαν ἑαυτοῦ καλῶς συμβουλεύει τῷ Ἰώβ, ὁ δὲ μακάριος Ἰὼβ κρείττονι διανοίᾳ ἔλεγεν· εἰ δὲ καὶ