ποτηρίῳ ὑποκειμένῃ μὲν διαθέσει κρείττονι ἐνεργαζομένης τὸ βέλτιον, χείρονι δὲ ἐμποιούσης τὸ κρῖμα· οὕτω τὸ ἀπὸ τοῦ Ἰησοῦ ψωμίον ὁμογενὲς ἦν τῷ δοθέντι καὶ τοῖς λοιποῖς ἀποστόλοις ἐν τῷ «Λάβετε, φάγετε», ἀλλ' ἐκείνοις μὲν εἰς σωτηρίαν, τῷ δὲ Ἰούδᾳ εἰς κρῖμα, ὡς μετὰ τὸ ψωμίον εἰσεληλυθέναι εἰς αὐτὸν 32.24.310 τὸν Σατανᾶν. νοείσθω δὲ ὁ ἄρτος καὶ τὸ ποτήριον τοῖς μὲν ἁπλουστέροις κατὰ τὴν κοινοτέραν περὶ τῆς εὐχαριστίας ἐκδοχήν, τοῖς δὲ βαθύτερον ἀκούειν μεμαθηκόσιν κατὰ τὴν θειοτέραν καὶ περὶ τοῦ τροφίμου τῆς ἀληθείας λόγου ἐπαγγελίαν· ὡς εἰ ἐν παρα δείγματι ἔλεγον ὅτι καὶ ὁ κατὰ τὸ σωματικὸν τροφιμώτατος ἄρτος πυρετὸν μὲν ὑποκείμενον αὔξει, εἰς ὑγείαν δὲ καὶ εὐεξίαν ἀνάγει. 32.24.311 διὸ πολλάκις λόγος ἀληθὴς ψυχῇ νοσούσῃ οὐ δεομένῃ τοιαύτης τροφῆς διδόμενος ἐπιτρίβει αὐτὴν καὶ πρόφασις αὐτῇ χειρόνων γίνε 32.24.312 ται· καὶ οὕτως καὶ τὰ ἀληθῆ λέγειν κινδυνῶδές ἐστι. ταῦτα δέ μοι εἴρηται <διὰ τὸ> ψωμίον ὃ ἐμβάψας «δίδωσιν Ἰούδᾳ Σίμωνος † Ἰσκα»ριώτῃ», καὶ κεκινήκαμεν λόγον τὸν εἰς ἑκάτερα, εἴτε χρὴ λέγειν αὐτὸν βεβρωκέναι λαβόντα, εἴτε κεκωλῦσθαι ἀπὸ τοῦ εἰσελθόντος 32.24.313 εἰς τὸν Ἰούδαν Σατανᾶ. εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὑπὸ τοῦ εὐαγγελιστοῦ ἐξετάσαι καὶ τὸ «Ἦν δὲ νύξ», λεκτέον ὅτι συμβολικῶς τότε ἡ αἰσθητὴ νὺξ ἦν, εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ Ἰούδα νυκτός, ἡνίκα τὸ ἐπιφερόμενον σκότος ἐπάνω τῆς ἀβύσσου, ὁ Σατανᾶς, εἰσῆλθεν εἰς αὐτόν· «Ἐκάλεσεν γὰρ ὁ θεὸς τὸ «σκότος νύκτα», ἧς γε νυκτός, φησὶν ὁ Παῦλος, οὐκ ἐσμὲν τέκνα οὐδὲ σκότους, λέγων· «Ἄρ' οὖν, ἀδελφοί, οὐκ ἐσμὲν νυκτὸς οὐδὲ 32.24.314 «σκότους» καὶ τὸ «Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν». οὐκ ἦν οὖν νὺξ τοῖς νιπτομένοις τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ ἀλλ' ἡμέρα λαμ προτάτη καθαιρομένοις καὶ ἀπορρυπτομένοις τοὺς ἐν τοῖς ποσὶν τῆς ψυχῆς αὐτῶν ῥύπους, καὶ κατ' ἐξοχὴν οὐκ ἦν νὺξ τῷ ἀνακει μένῳ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ· ἠγάπα γὰρ αὐτὸν ὁ Ἰησοῦς, καὶ τῇ 32.24.315 ἀγάπῃ ἔλυεν πάντα σκότον. ἀλλ' οὐδὲ Πέτρῳ ὁμολογοῦντι τὸ «Σὺ «εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος» ἀποκαλύψαντος αὐτῷ τοῦ οὐρανίου πατρός, νὺξ ἦν, ἀλλὰ νὺξ ἅμα αὐτῷ καὶ ἄρνησις ἦν. 32.24.316 καὶ νῦν τοίνυν ὅτε λαβὼν τὸ ψωμίον ὁ Ἰούδας [καὶ] ἐξῆλθεν εὐθύς, τότε ἐξελθόντι αὐτῷ νὺξ ἦν· οὐ γὰρ παρῆν αὐτῷ ὁ ἀνήρ, ᾧ ὄνομα Ἀνατολή, καταλιπόντι ἐν τῷ ἐξεληλυθέναι τὸν τῆς δικαιοσύνης ἥλιον. καὶ ἐδίωκε μὲν τὸν Ἰησοῦν ὁ Ἰούδας, τῆς σκοτίας πεπληρωμένος· ἀλλ' ἡ σκοτία καὶ ὁ ἀνειληφὼς αὐτὴν οὐ κατείληφεν τὸ διω 32.24.317 κόμενον φῶς. διὸ καὶ ὅτε εἶπεν ὡς δικαιοσύνης λόγον τὸ «Ἥμαρτον «παραδοὺς αἷμα δίκαιον» «ἀπελθὼν ἀπήγξατο», τοῦ ἐν αὐτῷ Σα τανᾶ μέχρι τῆς ἀγχόνης αὐτὸν χειραγωγήσαντος καὶ ἐπὶ ταύτην αὐ τὸν ἀναρτήσαντος, ὅτε καὶ τῆς ψυχῆς αὐτοῦ ὁ διάβολος ἥψατο· οὐ γὰρ ἦν τοιοῦτος ὡς λεχθῆναι περὶ αὐτοῦ ὑπὸ κυρίου, ὅπερ εἴρηται περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον· «Ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ «ἅψῃ». 32.25.n Ὅτε οὖν ἐξῆλθεν ὁ Ἰησοῦς λέγει· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. εἰ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 32.25.318 Ἀρχὴ τοῦ δεδοξάσθαι τὸν υἱὸν τοῦ ἀνθρώπου μετὰ τὰς ἐπὶ τοῖς σημείοις καὶ τέρασι δόξας καὶ τὴν ἐπὶ τῇ μεταμορφώσει τὸ ἐξεληλυθέναι τὸν Ἰούδαν μετὰ τοῦ εἰσελθόντος εἰς αὐτὸν Σα 32.25.319 τανᾶ ἀπὸ τοῦ τόπου, ἔνθα ἦν ὁ Ἰησοῦς. διὸ εἶπεν ὁ κύριος τὸ «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου». ἔτι δὲ καὶ τὸ «Ἐὰν ὑψωθῶ «ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν» εἴρηται ὑπὸ τοῦ σωτῆ ρος, σημαίνοντος «ποίῳ θανάτῳ δοξάσει τὸν θεόν»· ἐδόξασεν γὰρ καὶ 32.25.320 ἐν τῷ ἀποθνήσκειν τὸν θεόν. διὰ τοῦτο, ὅτε ἡ ἀρχὴ τῆς οἰκονομίας τοῦ μέλλειν ἀποθνήσκειν τὸν Ἰησοῦν ἐνηργεῖτο, ἐξελθόντος μετὰ τὸ ψωμίον τοῦ Ἰούδα, ἵνα πραγματεύσηται κατὰ τοῦ Ἰησοῦ, εἴρηται τὸ 32.25.321 «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου». εἶτ' ἐπεὶ οὐκ ἔνεστιν δο ξασθῆναι τὸν χριστὸν μὴ ἐνδοξαζομένου αὐτῷ τοῦ πατρός, διὰ τοῦτο πρόσκειται τῷ «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου» τὸ 32.25.322 «Καὶ ὁ θεὸς