αὐτῶν ἐπυνθάνετο, τοῦ χάριν, τοῦ Μωσαϊκοῦ νόμου κελεύσαντος θύειν, ἀπέχονται. Τῶν δὲ μὴ ἀλλαχοῦ φησάντων δύνασθαι τοῦτο ποιεῖν, εἰ μὴ μόνον ἐν τοῖς Ἱεροσολύμοις, κελεύει τάχος κτίζεσθαι τὸν Σολομῶνος ναόν. Καὶ αὐτὸς ἐπὶ Πέρσας ἤλαυνε. Ἰουδαῖοι δὲ καιροῦ δράξασθαι πάλαι ἐπιθυμοῦντες, ἐν ᾧ τὸ ἱερὸν αὐτοῖς πρὸς τὸ θύειν ἀνοικοδομηθήσεται, τότε σπουδαῖοι μὲν πρὸς τὸ ἔργον ἐγίνοντο· φοβεροὺς δὲ τοῖς Χριστιανοῖς ἐπεδείκνυσαν ἑαυτοὺς, ἠλαζονεύοντό τε κατ' αὐτῶν, ἐπαπειλοῦντες τοσαῦτα ποιήσειν, ὅσα αὐτοὶ παρὰ Ῥωμαίων πάλαι πεπόνθασι. Τοῦ δὲ βασιλέως ἐκ δημοσίων τὴν δαπάνην παρασχεθῆναι κελεύσαντος, εὐτρέπιστο πάντα, ξύλα καὶ λίθοι, καὶ πλίνθος ὀπτὴ, καὶ πηλὸς, καὶ ἄσβεστος, καὶ τὰ ἄλλα ὅσα πρὸς οἰκοδομὴν ἐπιτήδεια γίνεται. Τότε δὴ Κύριλλος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος τὸ τοῦ προφήτου ∆ανιὴλ κατὰ νοῦν ἐλάμβανεν, ὅπερ καὶ ὁ Χριστὸς ἐν τοῖς ἁγίοις εὐαγγελίοις ἐπεσφραγίσατο, πολλοῖς τε προέλεγεν, ὡς ἄρα νῦν ἥκει ὁ καιρὸς, ὅτε «λίθος ἐπὶ λίθον οὐκ ἂν μένοι» εἰς τὸν ναὸν, ἀλλὰ τὸ τοῦ Σωτῆρος λόγιον πληρωθήσεται. Ταῦτα ἔλεγεν ὁ ἐπίσκοπος. Καὶ διὰ τῆς νυκτὸς σεισμὸς μέγας ἐπιγενόμενος ἀνέβρασσε τοὺς λίθους τῶν πάλαι θεμελίων τοῦ ναοῦ, καὶ πάντας διέσπειρε σὺν τοῖς παρακειμένοις οἰκήμασι. ∆έος δὲ ἐκ τοῦ γενομένου Ἰουδαίους κατέλαβε· καὶ φήμη ἐπὶ τὸν τόπον ἦγε καὶ τοὺς πόρρω διάγοντας. Παρόντων οὖν σφόδρα πολλῶν, ἕτερον τεράστιον ἐπιγίνεται. Πῦρ γὰρ ἐξ οὐρανοῦ κατασκῆψαν πάντα τὰ τῶν οἰκοδόμων ἐργαλεῖα διέφθειρεν. Ἦν γοῦν ἰδεῖν ὑπὸ τῆς φλογὸς ἀπολλυμένας τὰς σφύρας, τὰς γλαρίδας, τοὺς πρίονας, τοὺς πελέκεις, τὰ σκέπαρνα, πάντα ἁπλῶς ὅσα πρὸς τὸ ἔργον ἐπιτήδεια εἶχον οἱ ἐργαζόμενοι. Ἐπενέμετο μὲν οὖν ταῦτα τὸ πῦρ δι' ὅλης τῆς ἡμέρας. Ἰουδαῖοι δὲ ἐν μεγίστῳ φόβῳ γενόμενοι καὶ ἄκοντες ὡμολόγουν τὸν Χριστὸν, Θεὸν λέγοντες. Οὐκ ἐποίουν δὲ αὐτοῦ τὸ θέλημα, ἀλλ' ἔμενον τῇ τοῦ Ἰουδαϊσμοῦ προλήψει κρατούμενοι. Οὐδὲ γὰρ τὸ τρίτον θαῦμα τὸ ὕστερον ἐπιγενόμενον εἰς πίστιν τῆς ἀληθείας ἦγεν αὐτούς· καὶ γὰρ τῇ ἐχομένῃ νυκτὶ σφραγῖδες σταυροῦ ἀκτινοειδεῖς τοῖς ἱματίοις αὐτῶν ἐντετυπωμέναι ἐφάνησαν· ἃς ἡμέρας ἐπιγενομένης ἰδόντες, ἀποπλύνειν καὶ ἀποσμήχειν θέλοντες, οὐδενὶ τρόπῳ ἠδύναντο. «Πεπώρωντο» οὖν κατὰ τὸν ἀπόστολον, καὶ τὸ ἀγαθὸν ἐν χερσὶν ἔχοντες, ἔρριπτον. Οὕτω μὲν οὖν ὁ ναὸς τότε ἀντὶ τοῦ οἰκοδομηθῆναι εἰς τέλεον ἀνατέτραπτο. 3.21 Περὶ τῆς εἰς Περσίδα τοῦ βασιλέως ἀφίξεως, καὶ περὶ τῆς ἀναιρέσεως αὐτοῦ. Ὁ δὲ βασιλεὺς εἰς τὴν τῶν Περσῶν ἐνέβαλεν μικρὸν πρὸ τοῦ ἔαρος, πυθόμενος ἀσθενέστατα καὶ ἀνανδρότατα εἶναι χειμῶνος τὰ ἔθνη Περσῶν. Κρυμὸν γὰρ μὴ φέροντες, ἀπόμαχοι μένουσι κατὰ τόνδε τὸν χρόνον· ἀλλ' «οὐδὲ χεῖρα,» τὸ τοῦ λόγου, «βάλλοι ἂν τότε ἔξω τοῦ φάρους Μῆδος ἀνήρ.» Ῥωμαίους δ' εἰδὼς καὶ χειμῶνος ἀγωνίζεσθαι δυναμένους, ἐπαφῆκε τῇ χώρᾳ τὸν στρατόν. Πολλὰς οὖν χώρας καὶ κώμας καὶ φρούρια πορθήσαντες ἤδη καὶ τὰς πόλεις ἐλάμβανον. Περιστοιχίσας δὲ Κτησιφῶντα τὴν μεγάλην πόλιν, τοσοῦτον ἐπολιόρκει τὸν βασιλέα, ὥστε ἐκεῖνον πρεσβείαις χρήσασθαι συχναῖς, ἱκετεύειν τε ζημιωθῆναι μέρος τι τῆς αὐτοῦ πατρίδος, εἰ καταλύσας τὸν πόλεμον ἀποχωρήσῃ. Ὁ δὲ οὐκ ἔπαθε τὴν ψυχὴν, οὐδὲ τοὺς ἱκετεύοντας ἠλέησεν· ἀλλ' οὐδὲ τὸ τοῦ λόγου κατὰ νοῦν ἔλαβεν, ὡς ἄρα «νικᾶν μὲν καλὸν, ὑπερνικᾶν δὲ ἐπίφθονον.» Πεπιστευκὼς δὲ μαντείαις τισιν ἃς αὐτῷ συμπαρὼν ὁ φιλόσοφος Μάξιμος ὑπετίθετο, καὶ ὀνειροπολήσας τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος δόξαν λαβεῖν, ἢ καὶ μᾶλλον ὑπερβαίνειν, τὰς ἱκεσίας Περσῶν ἀπεκρούσατο. Καὶ ἐνόμιζε κατὰ τὴν Πυθαγόρου καὶ Πλάτωνος δόξαν ἐκ μετενσωματώσεως τὴν Ἀλεξάνδρου ἔχειν ψυχὴν, μᾶλλον δὲ αὐτὸς εἶναι Ἀλέξανδρος ἐν ἑτέρῳ σώματι. Αὕτη ἡ οἴησις αὐτὸν ἐξηπάτησε, καὶ παρεσκεύασε τότε τὴν ἱκεσίαν τοῦ Πέρσου μὴ παραδέξασθαι. ∆ιόπερ ἐκεῖνος γνοὺς ἀνήνυτα αὐτῷ τὰ τῆς πρεσβείας γενόμενα, εἰς ἀνάγκην καθίσταται· καὶ τῇ ἐχομένῃ μετὰ τὴν πρεσβείαν ἡμέρᾳ πᾶσαν ἣν εἶχε δύναμιν ἀντιτάττει τῷ Ῥωμαίῳ στρατῷ.