1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

94

ἀληθείας εἴπατε, εἴ τι λοξὸν ὑμῖν ἐν τούτοις ἢ ἀμφίβολον κατεφάνη· ἀλλ' οἶδα, ὡς οὐκ ἐρεῖτε· τῶν γάρ τοι πραγμάτων ὑφορᾶσθε τὴν μαρτυρίαν· ὁρᾶτε γὰρ ἐναργῶς τὸ τῆς 10.52 προρρήσεως τέλος. Ἢ οὐχ ὁρᾶτε τῆς ἐκκλησίας τὸ ὕψος καὶ ἅπαν τας ὑποκύπτοντας καὶ ταύτῃ τὸ σέβας προσφέροντας, καὶ τοὺς μὲν πλείστους ἐθελοντάς, τοὺς δὲ ἀντιλέγοντας καὶ παρὰ γνώμην δουλεύοντας; οὐχ ὁρᾶτε τῶν ὀρέων τὰς κορυφὰς τοῦ ὑμετέρου μύσους ἀπηλλαγμένας καὶ ταῖς τῶν ἀσκητῶν καταγωγαῖς κοσμου μένας καὶ πάντας πανταχόθεν ξυρρέοντας καὶ τὸν ἐν τῇ Σιὼν ἐπιφανέντα λόγον θεολογοῦντας καὶ τὸν ἐκ τῆς Σιὼν ἀναβλύ σαντα νόμον ἀσπαζομένους, καὶ τοὺς μὲν πολέμους πεπαυμέ νους, ἀντὶ δὲ τῶν πολεμικῶν ὅπλων τὰ τῆς γεωργικῆς μετα 10.53 χειρίζοντας ὄργανα; ἢ οὐκ ἴστε, ὡς ὁπηνίκα ταῦτα ὁ προφήτης ἐθέσπιζεν, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐβασίλευεν, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἄλλος Ἰδουμαίων, καὶ Μωαβιτῶν ἕτερος, καὶ αὖ πάλιν ἄλλος Ἀμμανιτῶν; καὶ Ἄραβες δὲ καὶ Μαδιηναῖοι καὶ Ἀμαληκίται ὑπ' ἄλλοις ἡγεμόσιν ἐτέλουν· καὶ Γάζα δὲ καὶ Ἀσκάλων καὶ Ἄζωτος, καὶ μέντοι καὶ Σιδὼν καὶ Τύρος καὶ ∆αμασκὸς ὑπὸ διαφόρων ἀρχόντων ἰθύνοντο· οὐ γὰρ δὴ μόνον 10.54 κατὰ πόλεις, ἀλλὰ καὶ κατὰ κώμας ἐβασιλεύοντο. Εὐθὺς δὲ τοῦ Σωτῆρος ἡμῶν κατὰ σάρκα τεχθέντος, Αὔγουστος Καῖσαρ ἁπάν των ἐκράτησε, καὶ καταλύσας τὰς ἐθναρχίας καὶ μερικὰς βασι λείας τοῖς Ῥωμαίων ἅπαντας ὑπέταξεν οἴαξιν. Ταῦτα προορῶν ὁ προφήτης τὰ προειρημένα τεθέσπικε καὶ μετ' ὀλίγα τὴν τῶν 10.55 χειροποιήτων εἰδώλων κατάλυσιν ἐτραγῴδησεν· "Πάντα" γάρ φησι "τὰ χειροποίητα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπή λαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτοῖς εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰ σχίσματα τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν." 10.56 Ταύτης δὲ τῆς προφητείας τὴν ἑρμηνείαν οὐχ ἡμᾶς προσήκει ποιήσασθαι, ἀλλ' ὑμᾶς θαυμάσαι τοῦ χρησμοῦ τὴν ἀλήθειαν καὶ 10.57 ξυνομολογῆσαι τὰ παρ' ὑμῶν πολλάκις γεγενημένα. Ἀλλὰ μὴ ἐρυθριάσητε, ὦ ἄνδρες· αἰδεῖσθαι γὰρ οὐ τὴν ὁμολογίαν τῆς ἁμαρ τίας, ἀλλὰ τὴν πρᾶξιν προσήκει. Εἰ δὲ ὑμεῖς λέγειν οὐ βούλε σθε, ἀλλ' οὖν ἴσασιν ἅπαντες αὐτόπται γενόμενοι τῶν ἐν τῇ γῇ πολλάκις καταχωσθέντων θεῶν καὶ ὑπὸ τῶν εὐσεβεῖν δεδιδαγμέ 10.58 νων ἀνασπασθέντων ἐκεῖθεν καὶ δήλων γεγενημένων. Οἱ μὲν γὰρ τῇ δυσσεβείᾳ δεδουλωμένοι κατέχωσαν, ἐπικουρεῖν ἡγούμενοι τοῖς θεοῖς, οἱ δὲ τοῖς τὰ τοιαῦτα μαστεύουσι κατεμήνυσαν, οἱ δὲ ὀρύξαντες καὶ εὗρον καὶ προὔθεσαν ἐν ταῖς ἀγοραῖς, ὥστε καὶ παρὰ γυναικῶν καὶ μειρακίων κωμῳδεῖσθαι τοὺς καλουμένους θεούς. Τὰ μὲν γὰρ ἑρπετῶν ἦν, τὰ δὲ τετραπόδων ἰνδάλματα· ἤδη δὲ καὶ νυκτερίδων καὶ μυιῶν εἰκάσματα προσεκύνησαν. Καὶ αὐτὰ μὲν ἀναιροῦσι τὰ ζῷα, τοὺς ὄφεις λέγω καὶ τοὺς σκορπίους καὶ τὰς μυίας καὶ νυκτερίδας, τὰ δὲ τούτων ἐθεοποίουν μιμήματα. 10.59 Ἀλλὰ τούτων πέρι πολλοὺς ἤδη διεξήλθομεν λόγους· τῶν ἄλλων οὖν χρησμῶν καταμάθωμεν τὴν ἀλήθειαν. Τοῦ δὲ αὐτοῦ προφήτου καὶ ταῦτα τὰ ῥήματα· "Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται. Καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ οὐκέτι ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν." 10.60 Ταῦτα πρὸ πλειόνων ἢ χιλίων ἐτῶν τῆς Κωνσταντίνου βασιλείας προηγόρευσεν ὁ προφήτης, μεθ' ἣν τὰ τῶν δαιμόνων κατελύθη τεμένη. Ἀλλὰ καὶ πόρρωθεν ὁ θεοφόρος ἀνὴρ ὡς παρὼν ἑώρα καὶ προὔλεγε τὰ μετὰ τοσοῦτον ἐσόμενα χρόνον· ὁ δὲ ∆ωδωναῖος καὶ ὁ Πύθιος οὐδὲ τὰ