94
κατοικητήριον. τῷ ὄντι ἐνήθλησας, ἐταλαιπώρησας, ἐδαπανήθης, ἐκονδυλίσθης, ἐξεζητήθης, καὶ μέντοι καὶ κατεκρατήθης, κἂν οὐ τέλεον, ὁ μισθός σοι μέγας ἐφίσον τῶν φρουρουμένων, ἐπεὶ καὶ μείζων. ἀδελφὸς ἡμῶν εἶ, σύμψυχος, συγκοινωνός, εἴ γε καὶ ἔχοιμέν τι ἀγαθὸν κἀν τοῖς σωματικοῖς ὡσαύτως. ὁ θεός σε σώσειεν, προσεύχου περὶ ἡμῶν. καὶ ἀπὸ τοῦ νῦν δὲ καὶ πόρρωθεν, ὡς ἂν δύνῃ, τοῖς ὑπὲρ θεοῦ φρουρουμένοις βοήθει, εἴ τινες ἂν εἶεν, ἄνδρες καὶ γυναῖκες· πάντες γὰρ ἐν Χριστῷ ἀδελφοί. 85 {1Ἄννῃ ἡγουμένῃ}1 Τί ἂν ἀκούσας περὶ τῆς τιμιότητός σου περιχαρῶς ἐδεξάμην ὡς ἐπὶ τῷ μαθεῖν με ἐγκεκλεῖσθαι αὐτὴν νῦν διὰ τὸν Κύριον ἡμῶν καὶ θεόν; ὦ σοφὴ γυναικῶν· ὦ αἷμα Θεοκτίστης τῆς μεμακαρισμένης σαρκικὸν ὁμοῦ καὶ πνευματικόν. τοῦτό σοι τῶν προηνυσμένων ἀσκητικῶν ἀγώνων τὸ διάδημα, τοῦτο τῆς δεδοκιμασμένης σου ὑποταγῆς τὸ ἀναβλάστημα. ὡς μέγιστόν σου τὸ κλέος· ὡς ὑπέρλαμπρόν σου τὸ κατόρθωμα. ἐξ εὐγενῶν εὐγενὴς τὸ κατὰ σάρκα καὶ τὸ κατὰ πνεῦμα. ποῖός σοι λόγος οὐκ ἄξιος ἐπαίνου; ποία σοι γλῶσσα οὐκ ἐγκωμίων χρεῶστις; ἀλλὰ τί τὸ ζητούμενον; ἵνα σου τελειώσῃς τὸν ἀγῶνα. εἰ καὶ μόνη εἶ ἐγκεκλεισμένη, ἀλλὰ μετὰ Χριστοῦ καὶ τῶν ἀγγέλων· εἰ καὶ σωματικῶς ὀδυνηρόν, ἀλλὰ πνευματικῶς ἀγαλλιαστόν, μὴ ὁρώσης σου πρὸς τὰ βλεπόμενα πρόσκαιρα, ἀλλὰ πρὸς τὰ ἀόρατα καὶ οὐράνια. ἐάν σου τελειωθείη τὸ ἔργον, οἷόν σοι χορεῦσαι μετὰ ὁμολογητῶν Χριστοῦ. Στῆθι, παρακαλῶ, κυρία, δυναμώθητι ἄνωθεν. μὴ πτοηθῇς βασιλέα, ἐὰν δεῖ σε κατ' ὄψιν ἐλθεῖν, ὡς οὐκ ἐπτοήθησαν αἱ μάρτυρες, μὴ γύμνωσιν σώματος καὶ πληγάς, ἐὰν καὶ τοῦτο ἔλθῃ· ὁ Χριστὸς γὰρ περιστολή σου, βοήθεια ἰσχύσαι σε πάντα, ὡς Φεβρωνία καὶ αἱ ἐφάμιλλοι αὐτῆς. ταῦτά σοι παρ' ἐμοῦ ἐκ πολλῆς φροντίδος καὶ τῆς κατὰ Κύριον ἀγάπης, ἵνα μὴ ἔξαρνος γίνῃ Χριστοῦ. 86 {1Λέοντι πατρικίῳ}1 Εἰ αὐτὸς οὐκ ἀτονεῖς εὖ ποιεῖν τῇ ἐμῇ ταπεινώσει δι' οἶκτον φιλανθρωπίας, μή τι ἆρα ἐγὼ ὑποίσω τοῦ μὴ ἀπολογεῖσθαι τῇ ἀγαθῇ σου ψυχῇ κἂν διὰ λόγου; ὢ τῆς συμπαθοῦς σου διαθέσεως· ὢ καρδίας φιλελεήμονος· ὢ ψυχῆς φιλοοικτίρμονος. ἔοικάς μοι, ὦ δέσποτα, πηγῇ ἀειρρύτῳ ἀναψυχούσῃ με ἐκ δίψους αἰσθητοῦ τε καὶ νοητοῦ, ἢ μᾶλλον παραδείσῳ παντοίων ὡραίων καρπῶν πεπληρωμένῳ, ἐξ οὗ πάρεστίν μοι ἀπολαύειν τῶν ἐπιθυμουμένων. καὶ ὄντως φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδέν. ἐγὼ δὲ πατέρα σε προσαγορεύειν ἀξιῶ, φιλοτεκνίας ἰδιώματα ἐπιδεδειγμένῳ μοι ἔκπαλαι τῶν χρόνων μέχρι τοῦ δεῦρο· ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι οὔτε χρόνος οὔτε τρόπος θλίψεως, οὐ πειρασμοῦ ὑπόθεσις, οὐχ ὑπαρχόντων ἐξ ἐπηρείας ἀφαίρεσις, οὐκ ἄλλο τι, οὐ μικρόν, οὐ μέγα, ἤμβλυνέν σου τὸ πλῆρες τῆς ἀγαθοσύνης. καίτοι γε ὁρῶμεν ἐπὶ γονέων οὐ πάντῃ διασεσωσμένον τὸ φυσικὸν φίλτρον, ἀλλ' ἔστιν ὅτε ὑπολῆγον ἢ καὶ εἰς ἔχθραν μεθιστάμενον καθ' ἡντιναοῦν σύμβασιν. ἐπὶ δὲ τῆς σῆς μεγαλοφυΐας καὶ θεοσεβείας οὐχ οὕτως· ὁ αὐτὸς γὰρ εἶ ἀεὶ καὶ ἀναλλοίωτος, ἐπειδὴ θεοῦ τοῦ ἀναλλοιώτου καὶ ὡσαύτως ἔχοντος τὸν ἔρωτα κέκτησαι. Σοὶ μὲν οὖν τοιοῦτον, ἄνθρωπε τοῦ θεοῦ, τὸ κλέος, ἐγὼ δὲ δέδοικα μή ποτε εἰς κρίμα μοι εἴη ἡ τῆς ἀγαθότητός σου περιουσία· τί γὰρ καὶ ἀποδώσοιμι ὁ πτωχὸς ἢ παραρρεριμμένην μου προσευχήν; αἰτῶ οὖν τὸν ἀγαθόν μου θεὸν ἐπισκοπὴν ἀντὶ τῆς ἐμῆς ταπεινώσεως ποιεῖσθαί σοι πρὸς πᾶσαν μὲν σωτηρίαν, μάλιστα δὲ κατὰ τὴν λυττῶσαν χριστομάχον αἵρεσιν. 87 {1Εἰρήνῃ πατρικίᾳ}1 Ἐγώ, κἂν οὐ δέχωμαι γράμματα παρὰ τῆς τιμιότητός σου, ὦ κυρία, οὐ διαλείψω ὁπόταν τύχοιμι ἐπιστοληφόρου πιστοῦ ἐπιστέλλειν σοι ὡς μητρί μου πνευματικῇ· πῶς γὰρ καὶ μὴ καλέσαιμί σε οὕτως διὰ Χριστὸν πάσχουσαν, διασπασθεῖσαν τῆς κεφαλῆς, ἐκβληθεῖσαν οἰκίας, πόλεως, συγγενῶν, φίλων καὶ ἐν ἐσχατιᾷ τινι περιωρισμένην; καὶ οὔπω λέγω τῶν ἄλλων σου ἀγαθοεργιῶν τὰ ἐπίσημα, ἔκπαλαι τῶν χρόνων διηνυσμένα, ἐπεὶ καὶ τὰ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν γεγενημένα καὶ ἔτι γιγνόμενα. ταῦτα γυναικὸς ἀνδρικωτάτης τῷ πνεύματι, ταῦτα