94
ἐν Καρχηδόνι εἰρῆσθαι, ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ πάλιν τὸ βῆτα διώξει τὸ γάμμα· νυνὶ δὲ τετέλεσται. πρότερον γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξεν, νῦν δὲ Βελισάριος Γελίμερα. Γελίμερ δὲ χρήματα πολλὰ τοῖς γεωργοῖς Λιβύων προιέμενος πρὸς ἑαυτὸν ὑπηγάγετο καὶ ἐκέλευσεν αὐτοὺς Ῥωμαίων τοὺς εἰς τὰ χωρία περιόντας κτείνειν. τοῦτο δὲ ποιησάντων τῶν γεωργῶν, μαθὼν ὁ Βελισάριος ἀποστέλλει ∆ιογένην, ἕνα τῶν αὐτοῦ δορυφόρων, αἰκίσασθαι τοὺς γεωργούς. ὁ δὲ ∆ιογένης ἅμα τοῖς σὺν αὐτῷ εἰς οἰκίαν εἰσελθὼν ἐκάθευδε μηδὲν πολέμιον ἐννοούμενος· τοῦτο μαθὼν Γελίμερ τριακοσίους ἐπιλεξάμενος ἀποστέλλει κατ' αὐτοῦ. ἐλθόντες δὲ περιεκύκλωσαν τὴν οἰκίαν δεδιότες εἰσελθεῖν τὴν νύκτα. οἱ δὲ Ῥωμαῖοι αἰσθόμενοι, ἀναστάντες καὶ ὁπλισάμενοι τοῖς ἵπποις τε ἐπιβάντες, εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀνοίγουσιν ἐξαπίνης τὰς θύρας καὶ ταῖς ἀσπίσι περιφραξάμενοι καὶ τοῖς δόρασιν ἀμυνόμενοι τοὺς ἐναντίους ἐτρέψαντο. Γελίμερ δὲ ἐν 195 Νουμιδίᾳ γενόμενος Οὐανδήλους πάντας συνήγαγε καὶ ὅσους προσφιλεῖς εἶχε τῶν Μαυρουσίων καὶ πρὸς πόλεμον εὐτρεπίζετο. ἀπέστειλε δὲ καὶ γράμματα ἐν Σαρδανίᾳ πρὸς Τζάτζωνα, τὸν ἴδιον ἀδελφόν, τὰ συμβάντα αὐτῷ δηλοποιῶν· ὃς ἀπάρας εὐθὺς μετὰ παντὸς τοῦ λαοῦ ἀπὸ Σαρδανίας εἰς τὴν Λιβύης ἀκτὴν τριταῖος κατέλαβε καὶ εὗρε τὸν Γελίμερα. οἳ καὶ περιπλακέντες ἀλλήλων τῷ τραχήλῳ οὐδὲν μέντοι εἰς ἀλλήλους ἐφθέγγοντο· ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον· ὁμοίως καὶ ὁ στρατὸς τὴν συμφορὰν ἀπωδύροντο. ὁ δὲ Γελίμερ παραλαβὼν ἀμφοτέρους ἐπὶ Καρχηδόνα ἐχώρει καὶ ταύτην πολιορκεῖν ἐπειρᾶτο, οἰόμενος τοὺς ἐν Καρχηδόνι προδιδόναι αὐτῷ τὴν πόλιν, καὶ Ῥωμαίων στρατιωτῶν, οἷς ἡ τοῦ Ἀρείου δόξα ἤσκητο. πέμψας δὲ καὶ εἰς τοὺς ἄρχοντας τῶν Οὔννων πολλὰ αὐτοῖς ἀγαθὰ ὑπισχνεῖτο διδόναι, εἰ καταπροδώσουσιν αὐτῷ Ῥωμαίους. ταῦτα δὲ Βελισάριος μαθὼν παρὰ τῶν αὐτομόλων καὶ Λαυρέντιόν τινα ἐν Καρχηδόνι ὄντα προδότην εὑρὼν ἀνεσκολόπισεν ἐπὶ λόφου πρὸ τῆς πόλεως, καὶ ἀπὸ τούτου εἰς δέος μέγα ἐνέπεσον οἱ προδοσίαν μελετήσαντες, ὥστε τοὺς Μασσαγέτας ὁμολογῆσαι τὰ ὑπὸ Γελίμερος αὐτοῖς δηλωθέντα. τοῦ δὲ Βελισαρίου πάντας λόγῳ πειθικῷ καὶ ὅρκοις πρὸς φιλίαν αὐτοῦ μεταβαλόντος, αὐτὸς ἐκέλευσεν εὐθὺς Ἰωάννην τὸν Ἀρμένιον παραλαβεῖν πάντας τοὺς ἱππεῖς πάρεξ πεντακοσίων καὶ ἐξελθόντα πρὸς τοὺς Οὐανδήλους ἀκροβολίσασθαι. αὐτὸς δὲ τῇ ὑστεραίᾳ ἅμα τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσιν εἵπετο. καταλαβὼν δὲ τοὺς Οὐανδήλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, ἔμειναν τὴν νύκτα πλησίον ἀλλήλων. συνέβη δὲ τέρας γενέσθαι ἐν τῷ Ῥωμαϊκῷ στρατῷ· τῶν γὰρ δοράτων τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο. τοῦτο θεασάμενοι κατεπλάγησαν· φραξάμενοι δὲ ἅμα πρωῒ ἀμφότεροι πρὸς πόλεμον ὥρμησαν. Ἰωάννης δὲ τῶν ἀμφ' αὐτὸν ὀλίγους ἀπολεξάμενος τόν τε ποταμὸν διέβη καὶ τοῖς Οὐανδήλοις εἰσέβαλεν. ὁ δὲ Τζάτζων ὠθισμῷ χρησάμενος ἐδίωξεν 196 αὐτόν. οἱ δὲ Οὐανδῆλοι διώκοντες ἄχρι εἰς τὸν ποταμὸν ἦλθον. αὖθις δὲ Ἰωάννης πλείους τῶν ὑπασπιστῶν Βελισαρίου λαβὼν κατὰ τοῦ Τζάτζωνος εἰσεπήδησε σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ. γίνεται οὖν καρτερὰ ἡ μάχῃ, καὶ πίπτει Τζάτζων, ὁ τοῦ Γελίμερος ἀδελφός. τότε δὴ πᾶν τὸ στράτευμα Ῥωμαίων τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, καὶ τούτους τρεψάμενοι μέχρι τοῦ στρατοπέδου ἐδίωξαν· καὶ ὑποστρέψαντες τοὺς νεκροὺς ἀπέδυον, ὅσοι μάλιστα ἐχρυσοφόρουν, καὶ εἰς τὸ ἑαυτῶν στρατόπεδον ὑπεχώρησαν. ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων πεντήκοντα, Οὐανδήλων δὲ ὀκτακόσιοι. καταλαβὼν δὲ Βελισάριος σὺν τοῖς πεζοῖς τῇ δείλῃ πρὸς ὀψίαν, ἄρας ὡς εἶχε τάχους σὺν παντὶ τῷ στρατῷ ἐπὶ τὸ τῶν Οὐανδήλων στρατόπεδον ᾤχετο. Γελίμερ δὲ γνοὺς Βελισάριον παρόντα σὺν τοῖς πεζοῖς καὶ παντὶ τῷ στρατῷ, ἐπιβὰς τῷ ἵππῳ, μηδὲν διαταξάμενος ἀκρατῶς ἐπὶ Νουμιδίαν ἔφυγε μετ' ὀλίγων συγγενῶν καὶ οἰκετῶν αὐτοῦ καταπεπληγμένος. ἐπεὶ