95
εἰς καθοσίωσιν ἀνήγαγον τὸ πρᾶγμα λέγοντες· «Oὗτος ἑαυτὸν λέγει βασιλέα εἶναι, καὶ φόρους καίσαρι κωλύει διδόναι.» Καὶ γίνονται αὐτοὶ κατήγοροι καὶ μάρτυρες καὶ κριταὶ καὶ τῆς ἀποφάσεως ἐξουσιασταὶ λέγοντες· «Σταύ ρωσον, σταύρωσον αὐτόν», ἵνα πληρωθῇ ὅ τι γέγραπται περὶ αὐτοῦ ἐν τοῖς Προφήταις· «Συνήχθησαν ἐπ' ἐμὲ μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν.» Καὶ πάλιν· «Περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονη ρευομένων περίεσχόν με.» Καὶ ἐν ἑτέροις· «Ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς.» Ὁ οὖν Πιλᾶτος ἀνανδρίᾳ καταισχύ νας τὴν ἀρχὴν αὐτὸς ἑαυτὸν ἐξελέγχει κακίας, πρὸ τοῦ δικαίου τὰ πλήθη θεραπεύσας, καὶ μαρτυρῶν μὲν αὐτῷ ὡς ἀναιτίῳ, ὡς αἴτιον δὲ κολάσει τοῦτον παραδιδοὺς σταυρῷ, καίτοι Ῥωμαίων νόμους τιθεμένων μηδένα ἀνεξέλεγκτον θνήσκειν. ∆ήμιοι δὲ παραλαβόντες τὸν τῆς δόξης Κύριον ξύλῳ προσήλωσαν, ἕκτῃ μὲν ὥρᾳ σταυρώσαντες αὐτόν, τρίτῃ δὲ ὥρᾳ τὴν ἀπόφασιν δεξάμενοι τὴν περὶ αὐτοῦ. Ἔπειτα ἔδωκαν αὐτῷ ὄξος πιεῖν μετὰ χολῆς, εἶτα τὰ ἱμάτια αὐτοῦ κλήρῳ διεμερίσαντο, εἶτα δύο κακούργους ἐσταύρωσαν σὺν αὐτῷ ἐξ ἑκατέρου μέρους, ἵνα πληρωθῇ τὸ γεγραμμένον· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Καὶ πάλιν· «∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καὶ ἐν ἄλλοις· «Καὶ μετὰ ἀνόμων ἐλογίσθην.» Ἔπειτα ἐγένετο τρεῖς ὥρας σκότος, ἀπὸ ἕκτης ἕως ἐνάτης, καὶ πάλιν φῶς πρὸς δείλην, καθὼς γέγραπται· «Καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.» καὶ περὶ τὴν ἐνάτην ὥραν ἀναβοήσας εἶπεν τῷ Πατρί· «Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;» Καὶ μετ' ὀλίγον κράξας φωνῇ μεγάλῃ· «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν ὃ ποιοῦσιν», καὶ ἐπαγαγών· «Eἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου», ἀπέπνευσεν, καὶ θάπτεται πρὸ ἡλίου δύσεως ἐν μνημείῳ καινῷ. Ἐπιφωσκούσης δὲ τῆς μιᾶς σαββάτων, ἀναστὰς ἐκ νεκρῶν ἐπλήρωσεν ἐκεῖνα, ἃ καὶ πρὸ τοῦ πάθους ἡμῖν προέλεγεν φάσκων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ ἀναστὰς ἐκ νεκρῶν πρώτῃ μὲν φανεροῦται Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ Μαρίᾳ τῇ Ἰακώβου, εἶτα καὶ Κλεόπᾳ ἐν τῇ ὁδῷ, καὶ μετὰ τοῦτο ἡμῖν τοῖς μαθηταῖς αὐτοῦ, φεύγουσιν μὲν διὰ τὸν φόβον τῶν Ἰουδαίων, λαθραίως δὲ