Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
αἰωνίως, ἀπὸ μὲν τοῦ παρόν τος παρ' ἡμῶν ἀρχομένης τῆς εὐλογίας, τελειουμένης δὲ ἐν τῷ μέλλοντι ὄταν τὸ ἐκ μέρους καταργηθή σεται.
ΨΑΛΜΟΣ ΜΑʹ.
Εἰς τὸ τέλος, εἰς σύνεσιν, τοῖς υἱοῖς Κορέ. (A f. 225 b, B f. 152, I f. 209, L f. 112
b) Οἱ τοῦ πρώτου μέρους ψαλμοὶ τῷ ∆αβὶδ ἦσαν οἱ τεσσα ράκοντα· τὸ δὲ νῦν δεύτερον τμῆμα τριάκοντα περιέχει καὶ ἕνα, ὧν ὀκτὼ μὲν τοῖς υἱοῖς Κορὲ ἐπι γράφονται· εἷς δὲ τῷ Ἀσάφ· καὶ Σολομῶντος εἷς· οἱ δὲ λοιποὶ τῷ ∆αβίδ. Πρῶτοι δὲ τούτων οἱ τῶν υἱῶν Κορέ. Ἱεροψάλται δὲ γεγόνασιν οὗτοι, καὶ τὴν ᾠδὴν ᾄδουσιν, οὐκ αὐτοὶ δὴ πάντως συνθέντες αὐτὴν, ἀλλ' ἐξ ἀνδρῶν πνευματοφόρων δεχόμενοι, οἷς ἡ τῶν ἐσομένων κατὰ καιροὺς ἐδέδοτο γνῶσις παρὰ τοῦ πάντα εἰδότος Θεοῦ. Λαβόντες τοίνυν τὸν ψαλμὸν παρὰ τοῦ συνθέντος αὐτὸν ∆αβὶδ, τὰ ἐπ' ἐσχάτων σημαίνουσι τῶν καιρῶν. Εἰσφέρουσι δὲ τὸ αὐτοῦ τοῦ Ἰσραὴλ πρόσωπον ἐξομολογούμενον Χριστῷ διὰ τῆς μεταγνώσεως ἧς ποιήσονται ἐπὶ συντελείᾳ τῶν αἰώ νων. ∆ιὸ καὶ "Εἰς τὸ τέλος" ἐπιγέγραπται, διὰ τὸ 69.1001 περὶ τῶν μελλόντων εἶναι τὸν λόγον. Καὶ εἰς σύν εσιν προτρέπεται τοὺς ἐντευξομένους ἡ προγραφὴ, ἐπεὶ θείας ἔδει συνέσεως τοῖς νοεῖν μέλλουσι τὰ μετὰ χρόνους ὅσους ἐσόμενα. Ἀλλὰ τίς ὁ Κορέ; Οὗτος γέγονε μὲν ἐπὶ Μωσέως, ἀπώλετο δὲ μεθ' ὧν συν έστη καταστασιάσας αὐτοῦ· οἱ δὲ τούτου παῖδες οὕτε τῆς δυσσεβείας οὔτε τῆς ἀπωλείας ἐκοινώνησαν τοῦ πατρός· τοσοῦτον δὲ γεγόνασιν εὐλαβεῖς, ὡς καὶ ψαλτῳδοὶ χρηματίσαι. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα, κ.τ.λ. (A f. 227 a. b, B f. 153) Ἐπείπερ ἐν τῷ πρὸ τού του ψαλμῷ ἐκ τοῦ Σωτῆρος εἴρητο· "Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς," νῦν τὸ τῶν ἐσταυρωκότων ὑπόκειται πρόσωπον, οἳ πε πόνθασιν ἀνήκεστα, προδήλου ὄντος ὡς ὕστερον προσ ληφθήσονται. Καὶ διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ' αὐτῷ πηγῆς ἐπιθυμεῖν, περὶ ἧς εἴρηται, ὅτι "Παρὰ σοὶ πηγὴ ζωῆς." Περὶ αὐτῶν γοῦν ὁ Παῦλος ἔφησεν· "Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλ λιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἳ κατὰ φύσιν ἐγκεντρι σθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;" Ταῦτα τοίνυν Ἰσραὴλ με ταγινώσκων, φησὶ ποθεῖν ἐγγὺς γενέσθαι Θεοῦ κατὰ διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν Χρι στῷ· καὶ ὃν ἀπεκτόνασιν ὡς ἄνθρωπον, τοῦτον Θεὸν ὀνομάζουσιν ζῶντα, πλάνην ὁμολογοῦντες καθ' ἣν τὸν ἀρχηγὸν τῆς ζωῆς τῷ θανάτῳ παρέδωκαν. Τὸ δὲ, "Πότε ἥξω," γλιχομένων ἐστὶ τῆς εἰς ὕστερον κλή σεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν καθ' ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ τοῦ Θεοῦ. Καθ' ἃ δι' Ἡσαΐου φησίν· "Ὅταν τὰς χεῖρας ἐκτείνῃς πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακού σομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις." Ὅταν δὲ κληθῶσιν, ὀφθήσονται τῷ προσώπῳ τοῦ Θεοῦ· γέγραπται γὰρ, ὅτι "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους." Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. (A f. 228, B f. 153 b, L f. 212, L f. 113) Ἐκ πεπτωκότα τὸν ἸσραὴL f ειδοῦς τῆς ἄνωθεν δειναὶ κατειλήφασι συμφοραί· πεπόρθηνται γὰρ αἱ τῆς Ἰουδαίας πόλεις ὑπὸ τῆς Ῥωμαίων στρατιᾶς. Καὶ ὅτι ταῦτα αὐτοῖς συμβήσεται, προκαταμεμήνυκεν ὁ Χριστός· "Ὅτ' ἂν γὰρ ἴδητε, φησὶν, κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσιν· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ' 69.1004 ἡμᾶς." Ταῦτα δὴ οὖν ὑπομένοντι τῷ Ἰσραὴλ ἐπετώ θαζον, κατὰ τὸ εἰκὸς, τῶν ἀστυγειτόνων τινές· ἐπ έχαιρον γὰρ ἀεὶ πολεμουμένοις καὶ κάμνουσιν τὰ περίοικα τῶν ἐθνῶν. Οὐκοῦν ἀντὶ τῶν ἡδίστων καὶ ἀναγκαίων, φησὶ, τουτέστι τραπέζης καὶ τροφῆς, γέ γονέ μοι τὸ δακρυῤῥοεῖν καὶ