Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἥξει, προσερῶν τε ἅμα προκαταμηνύειν ἐκέλευε δώροις τε καὶ λόγοις τιθάσσων ἀποφαίνει τὸν πάλαι φονῶντα καὶ ἀγριαίνοντα. Ἐπειδὴ δὲ παρῆσαν οἱ προεσταλμένοι, λέγοντες· Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ καὶ ἰδοὺ αὐτὸς ἔρχεταί σοι εἰς συνάντησιν, καὶ υʹ ἄνδρες μετ' αὐτοῦ· περιδεὴς δὲ ἦν ἄγαν ὁ θεσπέσιος Ἰακώβ· οὐ γὰρ ἔχων εἰδέναι σαφῶς ποτέρῳ δὴ φίλῳ καὶ εἰρηνικῷ περιτεύξεται, ἢ ὡς οὐδὲν ἧττον ἀνεπτοημένῳ πρὸς τὸ αὐτῷ σύνηθες θράσος, καὶ τὰ ἐκ φθόνου δρᾷν ᾑρημένῳ· ∆ιεβίβασεν ὁ Ἰακὼβ πάντα τὰ αὐτοῦ, καὶ ἀπομεμένηκε μόνος· ἐκεῖνο, οἶμαί που, πάντως καθ' ἑαυτὸν ἐννενοηκὼς, ὡς εἰ μὲν ὀφθείη χρηστός τε καὶ πρᾶος, χαλεπὸν οὐδὲν παρεῖναί τε καὶ προσειπεῖν, διαβιβασθέντα πάλιν γύναιά τε καὶ τέκνα. Εἰ δὲ ἥκοι σκληρὸς καὶ δύσερις ἔτι, καὶ τοῦ φονᾷν οὐκ ἀμείνων, φείσεται μὲν νηπίων, καὶ τὸ τῶν γυναίων ἐλεήσει δάκρυον· καταλαβὼν δὲ μόνον αὐτὸν, ἐκπλήσει τὰ ἐκ θυμοῦ, καὶ ἀποχρῶν ἔσται πρὸς ἄρκεσιν αὐτῷ τοῦ λελυπηκότος ὁ θάνατος. Πλὴν ὅτι καὶ ἐλπίδος ἐπέκεινα τοῦτο αὐτῷ προβέβηκε δυνάμει Θεοῦ, ὡς φθάσαντες ἤδη προείπομεν. Ἠσπάσαντο γὰρ ἀλλήλους. Ἀπὸ τοίνυν τοῦ συμβεβηκότος, τοῦ μυστηρίου τὴν δυνάμιν ἐπαιδεύετο. Πῶς, ἢ τίνα τρόπον, ἐρῶ δὴ πάλιν, ∆ιεβίβασε μὲν γὰρ πάντα αὐτοῦ τὸν χειμάῤῥουν. Ἐπειδὴ δὲ ἀπομεμένηκε μόνος, ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωΐ. Τὸν μὲν οὖν προσπαλαίοντά φαμεν ἅγιον ἄγγελον, τύπον Χριστοῦ τοῦ καθ' ἡμᾶς διὰ τὸ ἀνθρώπινον. Ὅτι δὲ μὴ καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ διέβη τὸν χειμάῤῥουν, ἤτοι τὸν Ἰαβὼχ, ὃς ἑρμηνεύεται πάλη, γέγονεν αὐτοῖς ἡ δοκοῦσα μάχη. Καὶ τίς ἂν νοοῖτο πάλιν ὁ τοῦδε λόγος, ἤτοι νοῦς ὁ ἐσωτάτω; Πρὸς μὲν γὰρ τοὺς διαβαίνοντας τὸν Ἰορδάνην, οὗ καὶ εἰς τύπον ὁ Ἰαβὼχ, οὐ παλαίει Χριστὸς, οὐδὲ ἐν τάξει πολεμίων ἢ ἀντιπάλων ποιεῖται τοὺς τὰ αὐτοῦ τιμῶντας μυστήρια. ∆ιασώζει δὲ μᾶλλον καὶ νενικηκότας τὸν κόσμον, ὡς ἐν μάχῃ τῇ, φημὶ, νοητῇ, στεφανοῖ, καὶ ταῖς ἀνωτάτω καταφαιδρύνει τιμαῖς. Πάλη δὲ ὄνομα τῷ ποταμῷ. Βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ, Στενὴ λίαν ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ὅτι τοίνυν ἔμελλον [οἱ] ἐξ Ἰακὼβ ἐσόμενοι κατὰ καιροὺς, οὔτε διαβήσεσθαι τὸν Ἰορδάνην, τουτέστι, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ ἀνοσίως ἀτιμάσαι, καὶ αὐτὸν δὲ λοιπὸν ἀντίπαλον ἕξειν τὸν Ἐμμανουὴλ, ὑπεδήλου τὸ γεγονός. Ὅτι γὰρ οἱ μὴ τιμῶντες τῇ πίστει καταλογισθήσονται πάντη τε καὶ πάντως εἰς ἀνθεστηκότας, πληροφορήσει λέγων αὐτὸς ὁ Σωτήρ· Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστιν. Ἀλλὰ μετ' αὐτοῦ μὲν εἶεν οἱ πεπιστευκότες. Ἀληθὲς δὲ ὅτι καὶ 69.272 τὸ ἔμπαλιν, πῶς ἂν ἐνδοιάσειέ τις; Πλὴν Ἐπάλαιε, φησὶ, μετὰ Ἰακὼβ ὁ ἄνθρωπος ἕως πρωΐ, καὶ εἶδεν ὅτι οὐ δύναται πρὸς αὐτόν. Ἀκούεις, ὅπως ἐν νυκτὶ γέγονεν ἡ πάλη; Ἠλέγχετο δὲ πίπτων καὶ νικώμενος, ὅτι τὰ ἀνέφικτα ἐζήτει, θεομαχεῖν ᾑρημένος, καὶ περισσεύεσθαι τοῦ πάντα ἰσχύοντος Θεοῦ. Τοῦτο, οἶμαι, ἐστὶν, ὅπερ ἔφη ψάλλων καὶ ὁ θεσπέσιος ∆αβὶδ περὶ τῶν ἐξ Ἰσραὴλ, ὅτι δεινὰ κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐσκέπτοντο, ἵνα μὴ λέγοιμι Χριστοῦ· ∆ιελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι. Ἐμαχαίσατο τοίνυν ὁ Ἰσραὴλ τῷ Χριστῷ, ἐν σκότῳ γεγονὼς, τουτέστι, τὸν θεῖον νοῦν εἰς φωτισμὸν οὐκ ἔχων, οὔτε μὴν τὴν διαυγάζουσαν ἡμέραν, οὔτε τὸν ἀνίσχοντα νοητῶς ἑωσφόρον ἐν ταῖς τῶν πιστευόντων καρδίαις. ∆ιαμεμένηκε γὰρ ἀπειθὴς, καὶ ὡς ὁ προφήτης φησὶν, Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Ἀλλ' ὅγε θεσπέσιος Παῦλος, τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ τὸν διὰ Πνεύματος πλουτισμὸν ἐκπεπλουτηκόσιν ἐπιστέλλει, λέγων· Οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους, ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας. Ὅτι δὲ ἀμείνους τῆς Ἰουδαίων ἀμαθίας γεγόνασι, καὶ τὸν ἐκείνοις πρέποντα παρήλασαν σκότον, ὑπεδήλου προστιθείς· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν